Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛΑΙΟΝ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Galatas commentarius 9.1
Not analysed yet
Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι θυμοῦ τὸ πρᾶγμα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὃ δέ φησι, τοῦτό ἐστιν· Εἰ τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι' ἄνθρωπον ἔπραττον, ἀλλὰ διὰ ζῆλον θεῖον, ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως· πῶς νῦν ὑπὲρ τῆς Ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω; Εἰ γὰρ ἐν τῷ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ' ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ μᾶλλον, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας. Ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς Ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ ἐστὶ σημεῖον τοῦ μετὰ ἀληθείας μεταστῆναι, καὶ ζήλῳ κατεχόμενον θείῳ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι; Οὐκ ἔστιν οὐδὲν, ἀλλ' ὁ τῆς ἀληθείας ἔρως μόνον. Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίσωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Ὅρα τί σπουδάζει ἐνταῦθα δεῖξαι, ὅτι καὶ τὸν χρόνον, ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόῤῥητον ἀφείθη. Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι ἀπόστολος, καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην· ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς ὑπήκουσε· δῆλον ὅτι ὁ Θεὸς δι' ἀπόῤῥητόν τινα αἰτίαν ἀνεβάλλετο τέως. Τίς οὖν αὕτη ἡ οἰκονομία; Τάχα παρ' ἐμοῦ προοίμιον ἀκοῦσαι κεχήνατε, τί δήποτε οὐ μετὰ τῶν δώδεκα αὐτὸν ἐκάλεσεν· ἀλλ' ἵνα μὴ τοῦ κατεπείγοντος ἀποστὰς, μακρότερον ποιήσω τὸν λόγον, παρακαλῶ καὶ ἐγὼ τὴν ὑμετέραν ἀγάπην μὴ πάντα παρ' ἐμοῦ μανθάνειν, ἀλλὰ καὶ ἐξ ἑαυτῶν ζητεῖν, καὶ τὸν Θεὸν παρακαλεῖν ἀποκαλύπτειν. Καὶ ἡμῖν δὲ εἴρηταί τις ὑπὲρ τούτων λόγος, ὅτε περὶ τῆς μεταθέσεως αὐτοῦ τῆς προσηγορίας πρὸς ὑμᾶς διελεγόμεθα, καὶ τίνος ἕνεκεν Σαῦλον αὐτὸν καλούμενον, Παῦλον ἐκάλεσεν· εἰ δὲ ἐπιλέλησθε, ἐντυχόντες ἐκείνῳ τῷ βιβλίῳ, πάντα εἴσεσθε ταῦτα. Τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα, καὶ σκοπῶμεν πῶς πάλιν δείκνυσιν οὐδὲν ἀνθρώπινον περὶ αὐτὸν γεγενημένον, ἀλλὰ πάντα τὸν Θεὸν τὰ κατ' αὐτὸν μετὰ πολλῆς οἰκονομοῦντα προνοίας. Καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ. Ὁ μὲν Θεὸς, φησὶ, διὰ τὴν ἀρετὴν αὐτοῦ κεκληκέναι αὐτόν. Σκεῦος γὰρ ἐκλογῆς μοί ἐστι, πρὸς τὸν Ἀνανίαν ἔλεγε, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα. Καὶ ταύτην τὴν αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ τῆς χάριτος εἶναί φησι τὸ πᾶν καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· Ἀλλ' ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ' ὅτι ἐπιτήδειος, ἀλλ' ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Εἶδες ταπεινοφροσύνης ὑπερβολήν; Διὰ τοῦτο ἐγὼ, φησὶν, ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου φιλανθρωπίας ἀπολελαυκότος. Τοῦτο γὰρ δηλοῖ ἐν τῷ εἰπεῖν, Ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ. Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ἀλλαχοῦ δέ φησιν ὁ Χριστὸς, Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Εἶδες ὅτι καὶ ὁ Πατὴρ Υἱὸν, καὶ ὁ Υἱὸς Πατέρα ἀποκαλύπτει; Οὕτω καὶ ἐπὶ τῆς δόξης, καὶ ὁ Υἱὸς δοξάζει Πατέρα, καὶ ὁ Πατὴρ Υἱόν· Δόξασόν με, φησὶν, ἵνα δοξάσω σε· καὶ, Καθώς σε ἐγὼ ἐδόξασα· Διὰ τί δὲ μὴ εἶπεν, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐμοὶ, ἀλλ' Ἐν ἐμοί; Δεικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχὴν, καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειροτονηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν. Οὕτω γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα ἴδω μόνον αὐτὸν, ἀλλ' ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω. Καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ' Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, ἐντεῦθεν ἤδη προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου. Οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἔθνεσι κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν. Εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτό φησιν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ταῦτα εἰ μέν τις αὐτὰ καθ' ἑαυτὰ ἐξετάσειε τὰ ῥήματα, δοκεῖ πολλῆς μεγαληγορίας γέμειν, καὶ πόῤῥω τοῦ φρονήματος εἶναι τοῦ ἀποστολικοῦ. Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον φρόνιμον δόξαντα εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον αὐτοῦ ὁ ἄφρων· καὶ, Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ αὐτὸς πάλιν, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς.