Ancient Greek
Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-18
Not analysed yet
Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῷ καὶ τῇ σκηνῇ· διὸ ἔλεγον· Ναὸς Κυρίου, ναὸς Κυρίου. Οὔτε γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναὸς, οὐ πολυτελείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός. Ὁ γὰρ διαταξάμενος Θεὸς ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο. Πλίνθους γὰρ εἶχε χρυσᾶς ἐν τοῖς τοίχοις· καὶ ἔξεστι τῷ βουλομένῳ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ ἐν τῷ Ἰεζεκιὴλ τοῦτο καταμαθεῖν, καὶ ὅσα χρυσοῦ τάλαντα ἀνηλώθη τότε. Ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκοδομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων. Καὶ οὐ τούτῳ μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ τῷ εἶναι εἷς, καὶ τῷ πάντας τῷ κάλλει ἐφέλκεσθαι· ἀπὸ γὰρ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, εἴτε ἀπὸ Βαβυλῶνος, εἴτε ἀπὸ Αἰθιοπίας. Καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἔλεγεν· Ἦσαν δὲ ἐκεῖ κατοικοῦντες Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ὄντες, ἐκεῖ συνῄεσαν, καὶ πολὺ τὸ ὄνομα τοῦ ναοῦ ἦν. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ὥσπερ ἐπὶ τῶν θυσιῶν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· ὡς γὰρ ἐκεῖ τὸν θάνατον ἀντέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ. Οὐ τούτῳ δὲ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· Ἐμφανισθῆναι γὰρ, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ. Ὥστε οὐ τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν. Οὐ γὰρ ἁπλῶς, ὥσπερ ἐνταῦθα, διὰ συμβόλων, ἀλλ' αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ. Ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; Τί δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει, ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, φησὶν, ὥσπερ ὁ ἀρχιερεὺς, εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε, φησὶν, ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν. Ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ὁ ναὸς οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ. Τί λέγεις; ἐὰν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν, οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; Ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; Καὶ ἐμφανισθῆναι, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Τί ἐστιν, Ὑπὲρ ἡμῶν; Μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα. Διὰ τί, εἰπέ μοι; μὴ γὰρ αὐτὸς ἦν ὁ ἐχθρός; Οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τί φησιν. Εἰρηνοποίησε τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ὥστε καλῶς εἶπεν, ὅτι καὶ αὐτὸς Εἰσῆλθεν εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Νῦν ἐμφανίζεται, ἀλλ' ὑπὲρ ἡμῶν. Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ. Ὁρᾷς πόσαι αἱ διαφοραί; τοῦ πολλάκις τὸ ἅπαξ, τοῦ ἐν αἵματι ἀλλοτρίῳ τὸ ἐν ἰδίῳ. Πολὺ τὸ μέσον. Αὐτὸς οὖν καὶ ἱερεῖον καὶ ἱερεύς. Ἐπεὶ ἔδει αὐτὸν, φησὶ, πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Ἐνταῦθά τι δόγμα ἀνακαλύπτει, καί φησιν, ὅτι εἰ θυσίας προσενεγκεῖν ἔδει πολλάκις, ἔδει πολλάκις καὶ σταυρωθῆναι. Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. Διὰ τί, Ἐπὶ συντελείᾳ τῶν αἰώνων; Μετὰ τὰ πολλὰ ἁμαρτήματα. Εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένοντο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἦν ἂν τὸ τῆς οἰκονομίας ἀνόνητον· οὐκ ἔδει γὰρ δεύτερον ἀποθανεῖν τὸν Χριστὸν, ὥστε καὶ οὕτω κατορθωθῆναι τὸ σπουδαζόμενον· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη. Ὃ καὶ ἀλλαχοῦ λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Νῦν δὲ, φησὶν, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις.