Ancient Greek
Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-18
Not analysed yet
Δείξας ὅτι οὐκ ἔδει πολλάκις ἀποθανεῖν, νῦν δείκνυσι καὶ διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· Ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν. Τοῦτο οὖν τὸ, ἅπαξ ἀπέθανεν, ὑπὲρ ἀνθρώπων πάντων. Τί οὖν; οὐκέτι ἀποθνήσκομεν τὸν θάνατον ἐκεῖνον; Ἀποθνήσκομεν μὲν, ἀλλ' οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστι. Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζήσῃ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις. Ἐπεὶ οὖν ἔμελλε πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ. Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθείς. Ὑπὸ τίνος προσενεχθείς; Ὑφ' ἑαυτοῦ δηλονότι. Ἐνταῦθα οὐδὲ ἱερέα δείκνυσιν αὐτὸν μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον. Εἶτα προστίθησι τὴν αἰτίαν τοῦ, Προσενεχθείς. Ἅπαξ, φησὶ, προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. Διὰ τί δὲ πολλῶν εἶπε, καὶ μὴ πάντων; Ἐπειδὴ μὴ πάντες ἐπίστευσαν. Ὑπὲρ ἁπάντων μὲν γὰρ ἀπέθανεν, εἰς τὸ σῶσαι πάντας, τὸ αὐτοῦ μέρος· ἀντίῤῥοπος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος τῆς πάντων ἀπωλείας· οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκε, διὰ τὸ μὴ θελῆσαι αὐτούς. Τί δέ ἐστιν, Ἀνενεγκεῖν ἁμαρτίας; Ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἧς ἀναφέρομεν, προφέρομεν καὶ τὰ ἁμαρτήματα λέγοντες, Εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον· τουτέστι, μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε. Ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός; Ἄκουσον αὐτοῦ λέγοντος· Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. Ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα· ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκε τῷ Πατρὶ, οὐχ ἵνα τι ὁρίσῃ κατ' αὐτῶν, ἀλλ' ἵνα αὐτὰ ἀφῇ. Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται, φησὶ, τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Τί ἐστιν, Χωρὶς ἁμαρτίας; Οὐχ ἁμαρτίας αἴρων, οὐδὲ δι' ἁμαρτίας ἐκ δευτέρου ἥξει, ἵνα πάλιν ἀποθάνῃ· οὐδὲ γὰρ ὃ ἅπαξ ἀπέθανεν, ὀφείλων ἀποθανεῖν ἀπέθανεν. Πῶς ὀφθήσεται; Κολάζων, φησί. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, Χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν· ὡς μηκέτι λοιπὸν δεηθῆναι θυσίας, ὥστε σῶσαι αὐτοὺς, ἀλλ' ἀπὸ ἔργων τοῦτο ποιεῖν. Σκιὰν γὰρ ἔχων, φησὶν, ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστιν, οὐκ αὐτὴν τὴν ἀλήθειαν. Ἕως μὲν γὰρ ἂν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις, καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. Τοιοῦτόν τι καὶ ὁ νόμος ἦν. Σκιὰν γὰρ, φησὶν, ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστι, τῆς θυσίας, τῆς ἀφέσεως. Κατ' ἐνιαυτόν· ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους· ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω (ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ) τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀνωτέρω λέγων, ὅτι θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται· τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν; Μία, φησὶν, αὕτη ἡ θυσία, ἐκεῖναι δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί.