Ancient Greek
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-3
Not analysed yet
Πανταχοῦ μὲν εὐλαβοῦς διανοίας δεῖ, μάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωμέν τι καὶ ἀκούωμεν· οὔτε γὰρ γλῶσσα εἰπεῖν, οὔτε οὖς ἀκοῦσαι πρὸς ἀξίαν τοῦ Θεοῦ τι δύναται· καὶ τί λέγω γλῶτταν καὶ οὖς; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων ὑπερέχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς, ὅταν περὶ Θεοῦ τι φθέγγεσθαι βουλώμεθα. Εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· πολλῷ μᾶλλον αὐτὸς ὁ τῆς εἰρήνης Θεὸς, ὁ τῶν ἁπάντων Δημιουργὸς, ὑπερβαίνει πολλῷ τῷ μέτρῳ τὸν ἡμέτερον λογισμόν. Δεῖ τοίνυν μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι· καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ μὴ δύνηται παραστῆσαι τὰ λεγόμενα μετὰ ἀκριβείας, τότε μάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχομεν, καὶ τὴν διάνοιαν ἡμῶν καὶ τὸν λόγον ὑπερβαίνοντα· πολλὰ γὰρ ὧν περὶ Θεοῦ νοοῦμεν, οὐ φράσαι δυνάμεθα· ἢ πολλὰ μὲν φράζομεν, νοῆσαι δὲ οὐκ ἰσχύομεν· οἷόν τι λέγω, ὅτι πανταχοῦ μὲν ὁ Θεὸς ἴσμεν, πῶς δὲ, οὐκέτι νοοῦμεν· ὅτι ἐστί τις ἀσώματος δύναμις πάντων αἰτία τῶν ἀγαθῶν, ἴσμεν, πῶς δέ ἐστιν, οὐκ ἴσμεν. Ἰδοὺ φράζομεν, καὶ οὐ νοοῦμεν. Εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. Ἔστιν οὖν τινα, ἃ μηδὲ φράσαι ἔνι· οἷόν τι λέγω, νοεῖ ἡ διάνοια, ἀλλ' εἰπεῖν οὐ δύναται. Καὶ ἵνα εἰδῇς καὶ Παῦλον ἀσθενοῦντα, καὶ μὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγματα λέγοντα, καὶ φρίξῃς καὶ μηδὲν περαιτέρω ζητήσῃς, ἄκουε· εἰπὼν γὰρ Υἱὸν, καὶ θεὶς δημιουργὸν, τί ἐπάγει; Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως αὐτοῦ. Τοῦτο δὲ μετ' εὐλαβείας ἐκλαμβάνειν δεῖ, καὶ τὰ ἄτοπα περικόψαι. Ἀπαύγασμα τῆς δόξης, φησίν. Ἀλλ' ὅρα πρὸς τί αὐτὸ ἐκλαμβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου· ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος· ἐπειδή εἰσί τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. Τὸ γὰρ ἀπαύγασμα, φασὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ' ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Μὴ τοῦτο τοίνυν ἐκλάβῃς, ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. Ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν σε τὴν διάνοιαν, οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκεῖνο νόσημα κατενεχθῆναι· τί δέ φησι; Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· δηλῶν διὰ τῆς ἐπαγωγῆς, ὅτι ὥσπερ ἐστὶν ὁ Πατὴρ ἐνυπόστατος, καὶ πρὸς ὑπόστασιν οὐδενὸς δεόμενος· οὕτω καὶ ὁ Υἱός. Ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς τοῦτό φησι, καὶ πρὸς τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου παραπέμπων σε, καὶ διδάσκων ὡς ἐν ὑποστάσει ἐστὶ καθ' ἑαυτόν. Εἰπὼν δὲ ἀνωτέρω, ὅτι δι' αὐτοῦ ἐποίησεν ὁ Θεὸς τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν. Τί γὰρ ἐπάγει; Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ τὸ μετὰ αὐθεντίας ἅπαντα κυβερνᾷν. Ὅρα τοίνυν πῶς, ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ. Διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε· Φέρων τε τὰ πάντα, οὐδὲ εἶπε· Τῇ δυνάμει αὐτοῦ, ἀλλὰ, Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὥσπερ γὰρ πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει· οὕτω καὶ νῦν, καθάπερ ἀπό τινων βαθμῶν, ἀναβαίνει εἰς ὕψος, εἶτα πάλιν καταβαίνει, καί φησι· Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅρα πῶς καὶ ἐνταῦθα δύο τέμνει ὁδούς. Βουλόμενος γὰρ ἡμᾶς ἀπαγαγεῖν τῆς Σαβελλίου καὶ Ἀρείου καινοτομίας, τοῦ μὲν τὸ περιττὸν τῆς ὑποστάσεως ἀναιροῦντος, τοῦ δὲ τὴν μίαν φύσιν εἰς ἀνισότητα κατατέμνοντος, ἐκ περιουσίας ἀμφότερα καθαιρεῖ. Πῶς οὖν τοῦτο ποιεῖ; Ἄνω καὶ κάτω τὰ αὐτὰ στρέφει καὶ φθέγγεται, ὥστε μὴ νομισθῆναι αὐτὸν ἄναρχον, μηδὲ ἀλλότριον τοῦ Θεοῦ. Καὶ μὴ ξενισθῇς τὸν λόγον, ἀγαπητέ· εἰ γὰρ καὶ μετὰ τοσαύτην ἀπόδειξίν εἰσί τινες οἱ ἀλλότριον αὐτὸν εἶναι φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες πατέρα, καὶ τούτῳ πολεμεῖν αὐτὸν λέγοντες· εἰ μὴ ταῦτα εἶπε, τί οὐκ ἂν ἐφθέγξαντο; Ὅταν οὖν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι· οἷον ὅτι Ἔθηκε, φησὶν, αὐτὸν κληρονόμον πάντων, καὶ ὅτι Δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν. Εἶτα ἵνα μὴ ἑτέρως λυμήνηται, ἀπὸ τῶν λόγων τῆς ταπεινότητος εἰς αὐθεντίαν πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁμότιμον ὄντα τῷ Πατρὶ, καὶ οὕτως ὁμότιμον, ὡς πολλοὺς νομίσαι τὸν αὐτὸν εἶναι Πατέρα. Καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρότερον ἐκεῖνο τίθησι, καὶ ἀσφαλίζεται αὐτὸ μετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ, ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, μετὰ ἀδείας λοιπὸν ἅπαντα, ὅσα βούλεται, φθέγγεται τὰ ὑψηλά. Ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἤγαγε, πρότερον θεὶς τὰ ταπεινὰ, μετὰ ἀσφαλείας τότε εἰς ὕψος ἀνέρχεται ὅσον βούλεται· καὶ εἰπών· Ὃν ἔθηκε κληρονόμον πάντων, καὶ ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησε, τότε ἐπάγει· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁ γὰρ ῥήματι μόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ ἂν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα.