Ancient Greek
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1
Not analysed yet
Παιδεύωμεν οὖν τὴν γλῶτταν εὔφημον εἶναι· Παῦσον γὰρ, φησὶ, τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. Οὐ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἵνα κατηγορῶμεν, ἵνα ὑβρίζωμεν, ἵνα ἀλλήλους διαβάλλωμεν· ἀλλ' ἵνα τὸν Θεὸν ὑμνῶμεν, ἵνα ταῦτα λαλῶμεν ἃ δίδωσι χάριν τοῖς ἀκούουσι, τὰ πρὸς οἰκοδομὴν, τὰ πρὸς ὠφέλειαν. Εἶπες τὸν δεῖνα κακῶς; τί κερδαίνεις καὶ σαυτὸν μετ' ἐκείνου βλάβῃ περιβάλλων; δόξαν γὰρ ἔλαβες κακηγόρου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν κακὸν, ὃ μέχρι τοῦ πάσχοντος ἵσταται, ἀλλὰ καὶ τὸν ποιοῦντα περιλαμβάνει· οἷον, ὁ βάσκανος δοκεῖ μὲν ἐπιβουλεύειν ἑτέρῳ, πρότερος δὲ αὐτὸς ἀπολαύει τῆς ἀδικίας, τηκόμενος καὶ φθειρόμενος, καὶ παρὰ πάντων μισούμενος. Ὁ πλεονέκτης ἀποστερεῖ χρήματα ἕτερον, ἀλλὰ καὶ τὸ φιλεῖσθαι ἑαυτόν· μᾶλλον δὲ παρὰ πάντων ποιεῖ κακηγορεῖσθαι. Πολλῷ δὲ κρείττων ἀγαθὴ δόξα χρημάτων· τὴν μὲν γὰρ οὐ ῥᾴδιον ἀπονίψασθαι, τὰ δὲ ῥᾴδιον ἀποκτήσασθαι· μᾶλλον δὲ, τὰ μὲν οὐ παρόντα οὐδὲν τὸν οὐκ ἔχοντα ἔβλαψεν· ἡ δὲ μὴ παροῦσα ἐπονείδιστον ποιεῖ καὶ καταγέλαστον, καὶ πᾶσιν ἐχθρὸν καὶ πολέμιον. Ὁ ὀργίλος πάλιν πρότερον ἑαυτὸν τιμωρεῖται σπαράττων, καὶ τότε ἐκεῖνον ᾧ ὀργίζεται. Οὕτως ὁ κακήγορος πρότερον ἑαυτὸν αἰσχύνει, καὶ τότε τὸν κακηγορούμενον· ἢ οὐδὲ τοῦτο ἴσως δεδύνηται, ἀλλ' ἀπῆλθεν οὗτος μὲν μιαροῦ τινος καὶ καταπτύστου δόξαν λαβὼν, ἐκεῖνον δὲ μᾶλλον φιλεῖσθαι παρασκευάζων. Ὅταν γὰρ ἀκούων κακῶς, μὴ τοῖς αὐτοῖς αὐτὸν ἀμύνηται, ἀλλ' ἐπαινῇ καὶ θαυμάζῃ· οὐκ ἐκεῖνον ἐπαινέσεται, ἀλλ' ἑαυτόν. Ὥσπερ γὰρ, ὅπερ ἔφθην εἰπὼν, αἱ κατὰ τῶν πλησίον κακηγορίαι τῶν ἐπιβουλευόντων ἅπτονται πρῶτον· οὕτω καὶ τὰ εἰς τοὺς πλησίον ἀγαθὰ τοὺς ἐργαζομένους εὐφραίνει πρῶτον. Ὁ γὰρ τίκτων καὶ τὸ καλὸν καὶ τὸ κακὸν, εἰκότως πρῶτος αὐτὸς ἀπολαύει· καὶ καθάπερ ὕδωρ πηγαῖον τό τε ἁλμυρὸν, τό τε πότιμον, καὶ τὰ τῶν προσαγόντων ἀγγεῖα πληροῖ, καὶ τὴν πηγὴν οὐκ ἐλαττοῖ τὴν ἐκφέρουσαν· οὕτω δὴ καὶ κακία καὶ ἀρετὴ, ὅθεν ἂν ἐξίῃ, ἐκεῖνον καὶ εὐφραίνει καὶ ἀπόλλυσι. Καὶ ταῦτα μὲν ἐνταῦθα. Τὰ δὲ ἐκεῖ τίς διηγήσεται λόγος, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακά; Οὐκ ἔστιν οὐδείς. Τὰ χρηστὰ μὲν γὰρ καὶ πάντα νοῦν ὑπερβαίνει, οὐχὶ λόγον μόνον· τὰ ἐναντία δὲ εἴρηται μὲν τοῖς ὀνόμασι τοῖς συντρόφοις ἡμῖν· πῦρ γὰρ, φησὶν, ἐστὶν ἐκεῖ καὶ σκότος καὶ δεσμὰ καὶ σκώληξ ἀτελεύτητος· οὐ ταῦτα δὲ μόνον παρίστησιν, ἅπερ εἴρηται, ἀλλ' ἕτερα χαλεπώτερα. Καὶ ἵνα μάθῃς, εὐθέως τοῦτο σκόπησον πρῶτον. Εἰπὲ γὰρ, εἰ πῦρ ἐστι, πῶς καὶ σκότος ἐστίν; Ὁρᾷς ὅτι χαλεπώτερον τούτου τὸ πῦρ ἐκεῖνο; οὐ γὰρ ἔχει φῶς. Εἰ πῦρ ἐστι, πῶς ἀεὶ κατακαίει; Ὁρᾷς ὅτι χαλεπώτερον τούτου τυγχάνει; οὐ γὰρ σβέννυται· διὰ γὰρ τοῦτο ἄσβεστον λέγεται. Ἐννοήσωμεν τοίνυν ὅσον ἐστὶ κακὸν κατακαίεσθαι διαπαντὸς, καὶ ἐν σκότῳ εἶναι, καὶ μυρία οἰμώζειν, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ μηδὲ ἀκούεσθαι. Εἰ γὰρ εἰς δεσμωτήριόν τις ἐμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς τεθραμμένων, τὴν δυσωδίαν μόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων δεδέσθαι, παντὸς θανάτου χαλεπώτερον εἶναί φησιν· ἐννόησον τί ἐστιν, ὅταν μετὰ τῶν τῆς οἰκουμένης ἀνδροφόνων κατακαιώμεθα, μήτε ὁρῶντες μήτε ὁρώμενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μόνοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν· ἀλλ' ὡς μόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ δὲ σκότος θλίβει καθ' ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεῖ· τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρησμοί; Διὸ δέομαι ταῦτα διαπαντὸς στρέφειν παρ' ἑαυτοῖς, καὶ τῆς ἀπὸ τῶν ῥημάτων λύπης ἀνέχεσθαι, ἵνα μὴ τὴν διὰ τῶν πραγμάτων ὑπομείνωμεν τιμωρίαν. Πάντως γὰρ ταῦτα πάντα ἔσται, καὶ τοὺς ἄξια πράξαντας τῶν ἐκεῖ κολαστηρίων οὐδεὶς ἐξαιρήσεται, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, κἂν πολλὴν παῤῥησίαν ἔχῃ, κἂν μεγάλα ἰσχύῃ πρὸς τὸν Θεόν. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, φησί· λυτρώσεται ἄνθρωπος; Αὐτὸς γάρ ἐστιν ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ ἀπὸ τούτων καὶ σωθῆναι ἔνι καὶ κολασθῆναι. Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Οὐκοῦν ὑπακούσωμεν, Δεσποτικὴ γάρ ἐστιν ἐντολὴ, καὶ τὰ περιττὰ τοῦ πλούτου εἰς τοὺς δεομένους σκορπίσωμεν· ἐργασώμεθα ἐλεημοσύνην, ἕως ἐσμὲν κύριοι· τοῦτο γάρ ἐστι τὸ, φίλους ποιεῖν ἐκ τοῦ μαμωνᾶ· κενώσωμεν τὰ χρήματα εἰς τοὺς πένητας, ἵνα κενώσωμεν ἐκεῖνο τὸ πῦρ, ἵνα σβέσωμεν αὐτὸ, ἵνα ἔχωμεν παῤῥησίαν ἐκεῖ. Καὶ γὰρ ἐκεῖ οὐχ οὗτοί εἰσιν οἱ δεχόμενοι ἡμᾶς, ἀλλὰ τὸ ἔργον τὸ ἡμέτερον. Ὅτι γὰρ οὐχ ἁπλῶς τὸ φίλους ἡμῖν τούτους εἶναι σῶσαι δύναται, ἔνι τοῦτο μαθεῖν ἀπὸ τῆς προσθήκης. Διὰ τί γὰρ οὐκ εἶπε, Ποιήσατε ὑμῖν φίλους, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνὰς, ἀλλὰ προσέθηκε καὶ τὸν τρόπον; εἰπὼν γὰρ, Ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἔδειξεν ὅτι ἀπὸ τῶν χρημάτων προσήκει ποιῆσαι τούτους φίλους, δηλῶν ὅτι οὐχ ἁπλῶς προστήσεται ἡμῶν φιλία, ἐὰν μὴ ἔργα ἔχωμεν ἀγαθὰ, ἐὰν μὴ τὸν ἀδίκως συλλεγέντα πλοῦτον δικαίως κενώσωμεν. Οὗτος δὲ ὁ λόγος ἡμῖν ὁ τῆς ἐλεημοσύνης οὐ πρὸς τοὺς πλουσίους μόνον ἁρμόσει, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν μὴ εὐπορεῖν. Ἔνεστι γοῦν καὶ ἐξ ὀλίγων ὀλίγα δόντα, τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ δυνάμει καὶ τῇ προαιρέσει τῶν διδόντων κρίνεται τῆς ἐλεημοσύνης τὸ μέγεθος. Ὥστε πανταχοῦ προαιρέσεως ἡμῖν δεῖ, πανταχοῦ τῆς πρὸς τὸν Θεὸν ἀγάπης. Ἐὰν μετὰ ταύτης ἅπαντα πράττωμεν, κἂν μικρὰ ἔχοντες μικρὰ δῶμεν, οὐκ ἀποστρέψει ὁ Θεὸς τὸ πρόσωπον αὑτοῦ, ἀλλὰ δέξεται ὡς μεγάλα καὶ θαυμαστά. Τῇ γὰρ προαιρέσει, οὐ τοῖς διδομένοις προσέχει· κἂν ἐκείνην ἴδῃ μεγάλην οὖσαν, ταύτῃ τίθεται τὰς ψήφους καὶ κρίσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν ποιεῖ μετόχους· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.