Ancient Greek
Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-35
Not analysed yet
Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ, καὶ πολλῶν ὑπόθεσις συμφορῶν, καὶ ἀρχὴ ἀταξίας καὶ συγχύσεως· μάλιστα δὲ ἐν Ἐκκλησίᾳ τοσοῦτον ἐπισφαλεστέρα ἐστὶν, ὅσον καὶ τὸ τῆς ἀρχῆς μεῖζον καὶ ὑψηλότερον. Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ μέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι ῥυθμῷ καὶ τάξει τὰ τῆς παρατάξεως ἔσται, καὶ πλοίου τὸν κυβερνήτην ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος· οὕτω καὶ, ποιμνίου τὸν ποιμένα ἐὰν ἀποστήσῃς, πάντα ἀνέτρεψας καὶ ἠφάνισας. Κακὸν μὲν οὖν ἡ ἀναρχία καὶ ἀνατροπῆς ὑπόθεσις, κακὸν δὲ οὐχ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχομένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν. Λαὸς γὰρ ἄρχοντι μὴ πειθόμενος, ὅμοιός ἐστι τῷ μὴ ἔχοντι, τάχα δὲ καὶ χείρων· ἐκεῖ μὲν γὰρ καὶ συγγνώμην ἔχουσιν ὑπὲρ τῆς ἀταξίας, ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ καὶ κολάζονται. Ἀλλ' ἴσως ἐρεῖ τις ἡμῖν, ὅτι ἔστι καὶ τρίτον κακὸν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ, καὶ οὐ μικρὸν τοῦτο κακὸν, ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον· κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι ἢ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει, εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε; Ἀνωτέρω εἰπὼν, Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Τί οὖν, φησὶν, ὅταν πονηρὸς ᾖ, καὶ μὴ πειθώμεθα; Πονηρὸς, πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγμα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν δεινὰ πολλὰ περὶ αὐτῶν, τότε φησίν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε· τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστιν ἅπασιν, ὅ τε πονηρὸς οὐ παραιτήσεται διδάσκειν· ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως· τὸ γοῦν ἐπαγόμενον τοῦτο δηλοῖ. Τί γὰρ βλέπεις, φησὶ, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, φησὶ, ποιεῖν, ποιεῖτε (τὸ δὲ ποιεῖν ἔργων ἐστὶν, οὐ πίστεως)· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ βίου καὶ ἔργων; Ἀλλ' ὁ Παῦλος πρότερον συνέστησεν αὐτοὺς, καὶ τότε φησί· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἀκουέτωσαν καὶ οἱ ἄρχοντες, μὴ μόνον οἱ ἀρχόμενοι, ὅτι ὥσπερ πειθηνίους εἶναι δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους εἶναι καὶ νηφαλίους. Τί λέγεις; ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιμωρίαις τῶν σῶν ἁμαρτημάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος φόβῳ, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀκκίζῃ καὶ βάναυσος εἶ, καὶ οὐ βούλει πείθεσθαι; Διὰ τοῦτο προστίθησι λέγων· Ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον οὐκ ἀμύνεσθαι χρὴ, ἀλλ' ἡ πολλὴ ἄμυνα τὸ κλαῦσαι καὶ στενάξαι ἐστίν; εἰκότως. Ἐπεὶ καὶ ἰατρὸν καταφρονούμενον ὑπὸ τοῦ κάμνοντος, οὐκ ἔνι ἀμύνασθαι, ἀλλὰ δακρῦσαι καὶ ἀνοιμῶξαι. Ὥστε ἐὰν στενάξῃ ὁ ἄρχων, ἀμύνεταί σε ὁ Θεός. Εἰ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων στενάζοντες ἐπισπώμεθα τὸν Θεόν· ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ μᾶλλον; Ὁρᾷς ὅτι οὐκ ἀφίησιν αὐτὸν εἰς ὕβρεις ἐξάγεσθαι; ὁρᾷς ὅση ἡ φιλοσοφία; Στενάζειν δεῖ τὸν καταφρονούμενον, τὸν καταπατούμενον, τὸν διαπτυόμενον. Μὴ θαῤῥήσῃς ὅτι σε οὐκ ἀμύνεται· ὁ γὰρ στεναγμὸς πάσης ἀμύνης χείρων. Ὅταν γὰρ αὐτὸς μηδὲν ὀνήσῃ στενάζων, καλεῖ τὸν Δεσπότην· καὶ καθάπερ ἐπὶ διδασκάλου καὶ τροφέως, ὅταν ἐκείνου μὴ ἀκούῃ τὸ παιδίον, καλεῖται ὁ αὐστηρότερον προσφερόμενος· οὕτω καὶ ἐνταῦθα. Βαβαὶ, πόσος ὁ κίνδυνος. τί ἄν τις εἴποι πρὸς τοὺς ἀθλίους, τοὺς ἐπιῤῥίπτοντας ἑαυτοὺς τοσαύτῃ τιμωριῶν ἀβύσσῳ; Πάντων ὧν ἄρχεις γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων σὺ λόγον δίδως· τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης. Θαυμάζω εἴ τινα ἔστι τῶν ἀρχόντων σωθῆναί ποτε, πρὸς τῇ τοσαύτῃ ἀπειλῇ καὶ τῇ παρούσῃ ῥᾳθυμίᾳ ὁρῶν ἔτι καὶ ἐπιτρέχοντάς τινας, καὶ ἐπιῤῥίπτοντας ἑαυτοὺς τῷ τοσούτῳ ὄγκῳ τῆς ἀρχῆς. Εἰ γὰρ οἱ ἀνάγκῃ ἑλκόμενοι οὐδεμίαν ἔχουσι συγγνώμην οὐδὲ ἀπολογίαν, κακῶς τὸ πρᾶγμα οἰκονομοῦντες καὶ ἀμελοῦντες· ἐπεὶ καὶ Ἀαρὼν ἀνάγκῃ εἱλκύσθη καὶ ἐκινδύνευσε, καὶ Μωϋσῆς πάλιν ἐκινδύνευσε, καίτοι πολλάκις παραιτησάμενος· καὶ Σαοὺλ ἑτέραν ἐμπιστευθεὶς ἀρχὴν, μετὰ τὸ παραιτήσασθαι ἐκινδύνευσεν, ἐπειδὴ κακῶς αὐτὴν ᾠκονόμησε· πόσῳ μᾶλλον οἱ σπουδὴν ταύτην τιθέμενοι καὶ ἐπιῤῥίπτοντες ἑαυτούς; ὁ γὰρ τοιοῦτος πολλῷ πλέον ἑαυτὸν ἀποστερεῖ πάσης συγγνώμης. Δεδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή. Μηδὲν ἄμετρον ἔστω, πάντα κατὰ τάξιν γινέσθω. Πρὸ τοῦ γενέσθαι προαισθόμενος, ἀναχώρει, πεισθεὶς σαυτὸν ἀνάξιον εἶναι τοῦ πράγματος· συλληφθεὶς πάλιν, ὁμοίως εὐλαβῂς ἔσο, πανταχοῦ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενος. Προσεύχεσθε, φησὶν, καὶ περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.