Ancient Greek
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-25
Not analysed yet
Ὁρᾷς οὖν ὅτι αἵματος μετέχομεν τοῦ εἰς τὰ ἅγια εἰσφερομένου, τὰ ἅγια τὰ ἀληθινὰ, τῆς θυσίας ἧς μόνος ἀπήλαυσεν ὁ ἀρχιερεύς. Ἡμεῖς οὖν τῆς ἀληθείας μετέχομεν. Εἰ τοίνυν οὐκ ὀνειδισμοῦ, ἀλλ' ἁγιασμοῦ μετέχομεν, ὁ ὀνειδισμὸς τοῦ ἁγιασμοῦ αἴτιον· καθάπερ γὰρ αὐτὸς ὠνειδίσθη, οὕτω καὶ ἡμεῖς. Ἂν ἐξέλθωμεν οὖν, κοινωνοῦμεν αὐτῷ. Τί δέ ἐστι τοίνυν, Ἐξερχώμεθα πρὸς αὐτόν; Κοινωνῶμεν αὐτῷ τῶν παθῶν, φέρωμεν αὐτοῦ τὸν ὀνειδισμόν· οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡμεῖς τὸν σταυρὸν αὐτοῦ αἴρωμεν, καὶ ἔξω κόσμου μένωμεν, καὶ εἶναι σπουδάζωμεν. Ὥσπερ οὖν ἐκεῖνος ὠνειδίζετο ὡς κατάδικος, οὕτω καὶ ἡμεῖς. Καὶ δι' αὐτοῦ θυσίαν ἀναφέρωμεν τῷ Θεῷ. Ποίαν δὲ θυσίαν λέγει; Αὐτὸς ἡρμήνευσε λέγων, Καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ· τουτέστιν, εὐχὰς, ὕμνους, εὐχαριστίαν· ταῦτα γὰρ τῶν χειλέων ὁ καρπός. Ἐκεῖνοι προσέφερον πρόβατα, μόσχους, καὶ ἐδίδοσαν τῷ ἱερεῖ· ἡμεῖς δὲ μηδὲν τούτων προσενέγκωμεν, ἀλλ' εὐχαριστίαν, καὶ τὴν ἐν πᾶσιν, ὡς οἷόν τε, μίμησιν τοῦ Χριστοῦ· τοῦτο βλαστησάτω ἡμῶν τὰ χείλη. Τῆς εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Δῶμεν, φησὶ, τοιαύτην αὐτῷ θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἂν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ καρδίας συντετριμμένης. Πάντα ταῦτα οὕτως εἶπε διὰ τοὺς ἀσθενέστερον διακειμένους ἔτι τῶν ἀκροατῶν· ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, δῆλον· ἐπεὶ πῶς ἐστι τιμὴ ἴση; Ἵνα πάντες, φησὶ, τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἰ μὴ τοῦ Πατρὸς δοξαζομένου καὶ ὁ Υἱὸς συνδοξάζεται, ποῦ ἴση ἡ τιμή; Ἐπειδὴ καρπὸς χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ τὸ χάριν αὐτῷ εἰδέναι, τουτέστιν, ὑπὲρ πάντων, καὶ ὑπὲρ ὧν δι' ἡμᾶς ἔπαθε· πάντα φέρωμεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον· τὰ γὰρ ἡμῖν συμφέροντα αὐτὸς οἶδε μόνος. Τὸ γὰρ τί προσευξώμεθα, φησὶ, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Οἱ οὖν μηδὲ αἰτῆσαι εἰδότες ὅ τι χρὴ, ἐὰν μὴ τοῦ πνεύματος ἐπιλαβώμεθα, πῶς ἂν εἰδείημεν τὰ συμφέροντα; Οὐκοῦν σπουδάζωμεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως ἅπαντα φέρωμεν τὰ συμπίπτοντα. Ὅταν τοίνυν ἐν πενίᾳ ὦμεν, ὅταν ἐν νόσῳ, εὐχαριστῶμεν· ὅταν συκοφαντώμεθα, εὐχαριστῶμεν· ὅταν κακῶς πάσχωμεν, εὐχαριστῶμεν· τοῦτο ἡμᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡμῖν ταῦτα εἰς κρῖμα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν· ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυμίαν ἐξάγει, καὶ μεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ὅτε εὐεργετήθη καὶ ἀπηλλάγη τῶν κακῶν ὁ Ἐζεκίας, ἐπήρθη εἰς ὕψος ἡ καρδία αὐτοῦ· ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν· Ὅτε ἐπαχύνθη καὶ ἐλιπάνθη, ἀπελάκτισεν ὁ ἠγαπημένος. Γινώσκεται γὰρ Κύριος κρίματα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡμᾶς ὠθεῖ ἐν τῇ στενῇ· ὁ μὴ θλιβόμενος εἰσελθεῖν οὐ δυνήσεται. Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων· ὁ δὲ ἐμπλατύνων ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούμενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν ταύτην ὁδὸν Παῦλος. Ὑπωπιάζω, φησὶ, μοῦ τὸ σῶμα, καὶ δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζημιώθης χρήματα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυμάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις ἀνεθῆναι ἐκ τῶν πειρασμῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις· τουτέστιν, Ἀρέσκομαι, ἀναπαύομαι ἐν ταῖς θλίψεσιν. Ὑπὲρ πάντων οὖν εὐχαριστῶμεν, ὑπέρ τε ἀνέσεως, ὑπέρ τε θλίψεως, μὴ γογγύζωμεν, μὴ ἀχάριστοι ὦμεν. Λέγε καὶ σύ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Οὐκ ἐξῆλθες ἔνδοξος· μὴ ζήτει δόξαν. Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε· μᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐμπόδιον ὁ πλοῦτος γίνεται, καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις ἐν πενίᾳ ὢν, ὅτι τὸ κώλυμα ἀνατέτραπται; Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέμων καὶ φυσήματος. Διὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖς τὰ χρήματα; διὰ τοῦτό σε ἀφείλετο, ἵνα σε ἀπαλλάξῃ δουλείας· ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρμένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρημάτων. Κηδόμενος τοίνυν καὶ ἡμῶν ὁ Δεσπότης, καὶ ἀπαλλάττων ἡμᾶς τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡμῶν τὰ χρήματα. Μὴ τοίνυν νομίζωμεν πενίαν κακὸν εἶναι· ἁμαρτία κακὸν μόνον. Οὐδὲ γὰρ ὁ πλοῦτος ἀγαθὸν καθ' ἑαυτόν· τῷ Θεῷ εὐαρεστεῖν ἀγαθὸν μόνον. Τὴν πενίαν τοίνυν ζητῶμεν, ταύτην διώκωμεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόμεθα, οὕτω τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.