Ancient Greek
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-9
Not analysed yet
Θέλει δεῖξαι λοιπὸν ὁ μακάριος Παῦλος, ὅτι πολλῷ βελτίων ἡ Διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ δὲ τοῦτο, πόῤῥωθεν προκαταβάλλων τοὺς λογισμούς. Ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἢ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων κατασκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ' ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν, οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο, ὡς τὰ σωματικά· τούτου χάριν τοῦτον ὅλον κινεῖ τὸν λόγον. Καὶ θέα τὴν σύνεσιν· ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ' αὐτοῦ πρῶτον δείκνυσι τὴν διαφοράν. Διὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσι τίνα ἔχει ἱερέως, καὶ τίνα σύμβολα γίνεται ἱερωσύνης· καὶ ἐπείπερ ἀντέπιπτεν αὐτῷ, ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἦν ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, εἰκὸς δὲ ἦν διὰ τοῦτό τινας εἰπεῖν, Πῶς οὖν ἱερεὺς οὗτος; ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, τοῦτο καὶ νῦν ποιεῖ. Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόμου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸ δοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν. Οὕτω δὴ καὶ ἐνταῦθα τέμνει τῆς ἱερωσύνης τὴν ἑτέραν ὁδὸν, ἀπὸ τῶν φθασάντων αὐτὴν προτιθείς. Καὶ καθάπερ ἐπὶ τῆς κολάσεως οὐ τὴν γέενναν παραφέρει μόνον, ἀλλὰ καὶ τὰ ἐπὶ τῶν πατέρων συμβάντα· οὕτω δὴ καὶ ἐνταῦθα· πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. Ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ' ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται. Τέως οὖν ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅ τι ὑπερέχει. Ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτω γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῇ, ἐν δὲ τοῖς ὑπερέχῃ· εἰ δὲ μὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος. Τοῦτο κοινὸν τῷ Χριστῷ. Ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Καὶ τοῦτο κοινόν. Ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ. Καὶ τοῦτο, οὐχ ὅλον δέ· τὰ δὲ λειπόμενα, οὐκέτι. Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχή. Ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Εἶτα καὶ ἄλλο προστίθησιν· Ὅτι ὑφ' ἑτέρου γίνεται, καὶ ὅτι οὐκ αὐτὸς ἐπιπηδᾷ. Καὶ τοῦτο κοινόν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. Ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, δεικνὺς ὅτι ἀπὸ τοῦ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστός· Ὁ πέμψας με μείζων μού ἐστι, καὶ Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα. Ἐνταῦθά μοι δοκεῖ καὶ τῶν Ἰουδαίων αἰνίττεσθαι τοὺς ἱερέας, ὡς οὐκ ὄντας ἱερέας, τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας. Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Ποῦ οὖν ἐχειροτονήθη, φησίν; Ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῶντας τῇ ἱερωσύνῃ· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσι. Πόθεν οὖν; Ἀπὸ τῆς προφητείας τοῦτο δείκνυσιν. Οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν. Διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται· Ἀλλ' ὁ λαλήσας, φησὶ, πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τί πρὸς τὸν Υἱὸν τοῦτο; Ναὶ, φησὶ, τοῦτο πρὸς τὸν Υἱὸν εἴρηται. Τί δαὶ συμβάλλεται τὸ τοιοῦτον πρὸς τὸ ζητούμενον; Καὶ πάνυ γε· προκατασκευὴ γάρ ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ. Πρὸς τίνα δὲ εἴρηται τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέχ; Οὐδεὶς ἕτερος ἢ οὗτος· πάντες γὰρ ὑπὸ τὸν νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο· οὐδένα ἂν ἔχοι τις ἕτερον, φησὶ, δεῖξαι. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ; ἢ τὸ κηδεμονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν; Τί γὰρ βούλεται τὸ, Μετὰ κραυγῆς ἰσχυρᾶς, οὐδαμοῦ τοῦτο τὸ Εὐαγγέλιόν φησιν, οὐδ' ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδ' ὅτι κραυγὴν ἀφῆκεν. Ὁρᾷς ὅτι συγκατάβασις ἦν; Οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ μετὰ κραυγῆς ἰσχυρᾶς. Καὶ εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Ἔστω μετὰ κραυγῆς· διὰ τί καὶ ἰσχυρᾶς; Καὶ μετὰ δακρύων προσενέγκας, φησὶ, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Αἰσχυνέσθωσαν αἱρετικοὶ ἀθετοῦντες τὴν σάρκα. Τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο; Καὶ τί περὶ τῶν προφητῶν πλέον ἂν εἴποι τις; Ποία δὲ καὶ ἀκολουθία εἰπεῖν· Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καὶ ἐπαγαγεῖν· Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν; ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτω μέμηνε; τίς δὲ παραπαίων ἂν ταῦτα ἐφθέγξατο; Εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ποίαν ὑπακοὴν ἔμαθεν; ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱὸς, πῶς δὲ καὶ ὕστερον ἔμαθεν;