Ancient Greek
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-7
Not analysed yet
Καὶ γὰρ τὴν πολιὰν τιμῶμεν, οὐκ ἐπειδὴ τὸ λευκὸν χρῶμα τοῦ μέλανος προτιμῶμεν, ἀλλ' ὅτι τεκμήριόν ἐστι τῆς ἐναρέτου ζωῆς, καὶ ὁρῶντες ἀπὸ τούτου στοχαζόμεθα τὴν ἔνδον πολιάν· ἂν δὲ τἀναντία τῇ πολιᾷ διαπράττωνται, καταγέλαστοι γενήσονται διὰ τοῦτο μᾶλλον. Ἐπεὶ καὶ τὸν βασιλέα τιμῶμεν, καὶ τὴν ἁλουργίδα καὶ τὸ διάδημα, ἐπειδὴ σύμβολά ἐστι τῆς ἀρχῆς· ἐὰν δὲ ἴδωμεν αὐτὸν μετὰ τῆς ἁλουργίδος ἐμπτυόμενον, ὑπὸ τῶν δορυφόρων καταπατούμενον, ἀγχόμενον, εἰς δεσμωτήριον ἐμβαλλόμενον, σπαραττόμενον, ἆρα αἰδεσθησόμεθα τὴν ἁλουργίδα, ἢ τὸ διάδημα, εἰπέ μοι, ἀλλ' οὐχὶ καὶ αὐτὸ τὸ σχῆμα δακρύσομεν; Μὴ ἀξίου τοίνυν διὰ τὴν πολιὰν τιμᾶσθαι, ὅταν αὐτὴν αὐτὸς ἀδικῇς· καὶ γὰρ καὶ αὐτὴ δίκην ὀφείλει παρὰ σοῦ λαβεῖν, ὅτι σχῆμα λαμπρὸν οὕτω καὶ τίμιον καταισχύνεις. Οὐ κατὰ πάντων ταῦτα λέγομεν, οὐδὲ κατὰ τοῦ γήρως ἁπλῶς ἡμῖν ὁ λόγος, οὐχ οὕτω μέμηνα, ἀλλὰ κατὰ ψυχῆς νέας τὸ γῆρας αἰσχυνούσης· οὐδὲ ὑπὲρ τῶν γεγηρακότων ταῦτα ἀλγοῦντες λέγομεν, ἀλλὰ τῶν καταισχυνόντων τὴν πολιάν. Βασιλεὺς γάρ ἐστιν ὁ γέρων, ἐὰν ἐθέλῃ, καὶ τοῦ τὴν ἁλουργίδα ἔχοντος βασιλικώτερος, τῶν παθῶν κρατῶν, καὶ ἐν τάξει δορυφόρων ὑποτάττων τὰ πάθη· ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρημάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισμοῦ καὶ τρυφῆς καὶ μέθης καὶ ὀργῆς καὶ ἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζομένην δεικνύῃ· ποίας οὐκ ἂν εἴη κολάσεως ὁ τοιοῦτος ἄξιος; Ἀλλὰ μὴ γένοισθε τοιοῦτοι οἱ νέοι· οὐδὲ γὰρ ὑμῖν συγγνώμη ἐστὶν ἁμαρτάνουσι. Τί δήποτε; Ὅτι ἔξεστι γέροντα εἶναι ἐν νεότητι· καὶ ὥσπερ ἐν γήρᾳ νέοι εἰσὶν, οὕτω καὶ τοὐναντίον. Ὥσπερ γὰρ ἐκεῖ οὐδένα ἡ θρὶξ λευκαινομένη σώζει, οὕτως οὐδὲ ἐνταῦθα μέλαινα οὖσα ἐμποδίζει. Εἰ γὰρ ἀσχημονέστερον τὸν γέροντα ταῦτα ποιεῖ, ἅπερ εἶπον, πολλῷ μᾶλλον τὸν νέον· ἀλλ' ὅμως οὐδὲ ὁ νέος κατηγορίας ἀπήλλακται. Νέος γὰρ ἐκεῖ δύναται συγγνώμην ἔχειν μόνον, ὅταν εἰς διοίκησιν πραγμάτων καλῆται, ὅταν ἄπειρος ᾖ, ὅταν χρόνου δέηται καὶ πείρας ὅταν, δὲ δέῃ σωφροσύνην καὶ ἀνδρείαν ἐπιδείξασθαι, οὐκέτι, οὐδὲ ὅταν δέῃ χρημάτων κρατεῖν. Ἔστι γὰρ ὅπου μᾶλλον τοῦ γέροντος κατηγορεῖται ὁ νέος. Ἐκεῖνος μὲν γὰρ πολλῆς δεῖται θεραπείας, τοῦ γήρως ἐξασθενοῦντος αὐτόν· οὗτος δὲ δυνάμενος, ἐὰν θέλῃ, ἀρκεῖν ἑαυτῷ, ποίας ἂν τύχοι συγγνώμης, μὴ βουλόμενος, ὅταν ἁρπάζῃ μᾶλλον τοῦ γέροντος, ὅταν μνησικακῇ, ὅταν ἐξουθενῇ, ὅταν μὴ προΐστηται μᾶλλον τοῦ γέροντος, ὅταν πολλὰ φθέγγηται ἀκαίρως, ὅταν ὑβρίζῃ, ὅταν λοιδορῆται, ὅταν μεθύῃ; Εἰ δὲ ἐν τῇ σωφροσύνῃ νομίζει μὴ δύνασθαι ἐγκαλεῖσθαι, ὅρα αὐτὸν καὶ ἐνταῦθα πολλὰ ἔχοντα τὰ βοηθήματα, ἐάνπερ βούληται. Εἰ γὰρ καὶ σφοδρότερον αὐτὸν τοῦ γέροντος ἡ ἐπιθυμία ἐνοχλεῖ, ἀλλ' ὅμως ἐστὶ πολλὰ, ἃ μᾶλλον τοῦ γέροντος ποιῆσαι δυνήσεται, καὶ ἐπᾴδειν τὸ θηρίον ἐκεῖνο. Ποῖα δὴ ταῦτά ἐστι; Πόνοι, ἀναγνώσεις, παννυχίδες, νηστεῖαι. Τί οὖν πρὸς ἡμᾶς ταῦτα φῂς τοὺς μὴ μονάζοντας; Ταῦτα ἐμοὶ λέγεις; εἰπὲ Παύλῳ, ὅταν λέγῃ, Ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅταν λέγῃ· Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· οὐ γὰρ δὴ μοναχοῖς ταῦτα ἔγραφε μόνον, ἀλλὰ πᾶσι τοῖς οὖσιν ἐν ταῖς πόλεσι. Μὴ γὰρ ὁ κοσμικὸς ὀφείλει τι ἔχειν πλέον τοῦ μονάζοντος, ἢ τὸ γυναικὶ συνοικεῖν μόνον; ἐνταῦθα ἔχει τὴν συγγνώμην, ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, ἀλλὰ πάντα ἐξ ἴσης τῷ μονάζοντι πράττειν αὐτὸν προσῆκε. Καὶ οἱ μακαρισμοὶ δὲ οἱ παρὰ τοῦ Χριστοῦ οὐ μονάζουσι μόνον εἰσὶν εἰρημένοι· ἐπεὶ τὸ πᾶν ἀπώλετο τῆς οἰκουμένης, καὶ κατηγορήσαμεν ἂν ὠμότητα τοῦ Θεοῦ. Εἰ δὲ οἱ μακαρισμοὶ τοῖς μονάζουσίν εἰσι μόνοις εἰρημένοι, καὶ τὸν κοσμικὸν οὐ δυνατὸν αὐτοὺς κατορθῶσαι, αὐτὸς δὲ τὸν γάμον ἐπέτρεψεν, ἄρα αὐτὸς πάντας ἀπώλεσεν. Εἰ γὰρ οὐ δυνατὸν μετὰ γάμου τὰ τῶν μοναζόντων ποιεῖν, πάντα ἀπόλωλε καὶ διέφθαρται, καὶ εἰς στενὸν κατεκλείσθη τὰ τῆς ἀρετῆς. Πῶς δὲ καὶ τίμιος ὁ γάμος, ὁ τοσοῦτον ἐμποδίζων ἡμῖν; Τί οὖν ἔστιν εἰπεῖν; Δυνατὸν, καὶ σφόδρα δυνατὸν καὶ γυναῖκας ἔχοντας τὴν ἀρετὴν μετιέναι, ἐὰν θέλωμεν. Πῶς; Ἐὰν ἔχοντες γυναῖκα, ὡς μὴ ἔχοντες ὦμεν· ἐὰν μὴ χαίρωμεν ἐπὶ κτήσεσιν, ἐὰν τῷ κόσμῳ χρώμεθα ὡς μὴ καταχρώμενοι. Εἰ δέ τινες ἐνεποδίσθησαν ὑπὸ γάμου, ἰδέτωσαν ὅτι οὐχ ὁ γάμος ἐμπόδιον, ἀλλ' ἡ προαίρεσις ἡ κακῶς χρησαμένη τῷ γάμῳ· ἐπεὶ οὐδὲ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ κακὴ προαίρεσις, καὶ τὸ πέρα τοῦ μέτρου χρῆσθαι· μετὰ συμμετρίας τῷ γάμῳ χρῶ, καὶ πρῶτος ἐν τῇ βασιλείᾳ ἔσῃ, καὶ πάντων ἀπολαύσεις τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.