Ancient Greek
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-15
Not analysed yet
Ἀλλὰ τί; οἱ ὕμνοι οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; Πῶς; οὐδὲν ἔχει σαρκικόν· πάντα πνευματικὰ γίνεται τὰ προκείμενα· οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνῖσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ λαμπρὰ καὶ φαιδρὰ ἐργάζεται τὰ προκείμενα. Πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα, ὅταν οἱ διακονούμενοι αὐτοῖς ἀκούωσιν ἔτι ἐξ οὗ εἴρηται· Ἄν τινων κρατῆτε, κεκράτην ται· ἄν τινων ἀφῆτε, ἀφίενται; Πῶς οὐκ οὐράνια πάντα, ὅταν οὗτοι καὶ τὰς κλεῖς ἔχωσι τοῦ οὐρανοῦ; Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεώς ἐστιν (οὐ γὰρ οὕτως ἅπερ ἂν ἀκούσωμεν, τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἂν ἴδωμεν αὐταῖς ὄψεσιν), ἔδειξεν αὐτῷ πάντα. Ἢ τοίνυν τοῦτο λέγει, Ὑποδείγματι καὶ σκιᾷ· ἢ περὶ τοῦ ναοῦ αἰνίττεται· ἐπήγαγε γάρ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνον, ἢ περὶ τῶν θυσιῶν εἶδε, καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών. Οὐρανία γάρ ἐστιν ἡ Ἐκκλησία, καὶ οὐδέν ἐστιν ἄλλο ἢ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἀλλ' οὐδὲν τοῦτο ὠφέλει τοὺς ἀκούοντας, οὐδὲ εὔφραινε. Διά τοι τοῦτο ὃ μάλιστα αὐτοὺς εὔφραινε, λέγει· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομεθέτηται. Ἐπάρας ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν· εἰπὼν μὲν καὶ πρότερον, ὅτε ἐδείκνυ ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελής. Καὶ ὅρα οἷα τίθησιν ἀσφαλίσματα, μέλλων αὐτῆς κατηγορεῖν. Ἐκεῖ γὰρ εἰπὼν, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, τότε εἶπεν, ὅτι Ἀθέτησις γίνεται προαγούσης ἐντολῆς· εἶτα καὶ ὕστερον μέγα τι ἔθηκεν εἰπών· Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. Ἀλλ', ὅπερ ἔφην, ὃ μάλιστα αὐτοὺς εὐφραίνει τίθησι λέγων· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων. Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις δι' αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· τουτέστιν, εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τὸ ἑξῆς· Μεμφόμενος δὲ αὐτοῖς λέγει. Οὐκ εἶπε, Μεμφόμενος δὲ αὐτῇ, ἀλλὰ, Μεμφόμενος δὲ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ναὶ, φησί· καὶ πόθεν δῆλον, ὅτι τέλος ἔλαβεν; Ἔδειξε μὲν οὖν καὶ ἀπὸ τοῦ ἱερέως τοῦτο· δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξεὶ, ὅτι ἐκβέβληται. Πῶς δέ; Ἐπὶ κρείτ τοσιν ἐπαγγελίαις, εἰπών. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός; Σὺ δὲ θεώρει πῶς κἀκεῖ Ἐπαγγελίαις φησὶν, ἵνα μὴ ταύτης τοῦτο κατηγορῇς. Καὶ γὰρ ἐκεῖ, Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπίς· καὶ ἐνταῦθα, ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. Ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, φησὶ, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν. Οὐ παλαιάν τινα διαθήκην φησίν. Ἵνα γὰρ μὴ τοῦτο ἔχωσι λέγειν, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ ἁπλῶς εἶπε, Κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς, ἢ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν δηλῶν, φησὶν, Οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ. Διὸ καὶ ἐπήγαγεν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.