Ancient Greek
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-13
Not analysed yet
Ὁρᾷς πρῶτον παρ' ἡμῶν ἀρχόμενα τὰ κακά; Αὐτοὶ, φησὶ, πρῶτον οὐκ ἐνέμειναν. Λοιπὸν καὶ παρ' ἡμῶν ἡ ἀμέλεια, τὰ δὲ ἀγαθὰ παρ' αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. Ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησιν, αὐτὴν τὴν αἰτίαν δεικνὺς, δι' ἣν ἐγκαταλιμπάνει αὐτούς. Ὅτι αὕτη ἡ διαθήκη, φησὶν, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην. Ποία δὲ ἄλλη ἐστὶ διαφορὰ, ἢ αὕτη; Εἰ δὲ τὸ διάφορον λέγοι τις οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν· οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν. Οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ' ἐν καρδίαις. Δειξάτω τοίνυν τοῦτο γενόμενόν ποτε ὁ Ἰουδαῖος· ἀλλ' οὐκ ἂν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος. Ἐγὼ δὲ δείκνυμι τοὺς ἀποστόλους μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ' ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος ἁγίου. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· Ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, καὶ διδάξει ὑμᾶς. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος, φησὶ, τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἰδοὺ καὶ ἄλλο σημεῖον· Ἀπὸ μικροῦ, φησὶν, ἕως μεγάλου αὐτῶν εἰδήσουσί με, καὶ οὐ μὴ εἴπωσι· Γνῶθι τὸν Κύριον. Πότε τοῦτο γέγονεν ἢ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον· τὸ δὲ ἐκείνων οὐ δῆλον, ἀλλ' ἀπεκέκλειστο εἰς γωνίαν. Ἄλλως δὲ, καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ, καὶ δεικνύῃ εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον, ἐπὶ ὑποδείγματος ἵνα εἴπω, εἴ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέῤῥαψεν, εὐθέως λέγομεν, Ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισαγάγῃ. Καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ᾖ, ἀλλ' ὑετὸν διδῷ· καὶ ἡ γῆ ὁμοίως καινὴ, ὅταν μὴ ἄκαρπος ᾖ, οὐχ ὅταν μεταβληθῇ. Καὶ οἶκος οὕτω καινὸς, ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένῃ. Ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν· ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν ὁ Ἀγγαῖος, τί ὁ Ζαχαρίας, τί ὁ ἄγγελος, τί δὲ Ἔσδρας ἐγκαλεῖ. Πῶς οὖν ἔλαβεν αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν; Ὁρᾷς πῶς βεβίασται τὸ σόν; Ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἂν λέγοιτο. Ἄλλως δὲ, οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ, Ἔσται καινὸς ὁ οὐρανός. Διὰ τί γὰρ μὴ, λέγων ἐν τῷ Δευτερονομίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός; Καὶ μὴν διὰ τοῦτό φησιν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. Τοῦτο ἐγὼ δείκνυμι, δι' ὧν φησι· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ πάλιν· Τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν, φησίν. Ἐνταῦθα δείκνυσιν, ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τουτέστιν, Οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον. Καὶ πάλιν, Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐν τῷ λέγειν καινὴν, φησὶ, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὅρα τὸ κρυπτόμενον, ὅπως ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν. Ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τοῦτο εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἂν καὶ τοῦτο τὸ μετὰ ταῦτα καινὸν ἐκάλεσεν. Ὥστε πλέον τι διδοὺς καὶ ἕτερον, Ἐπαλαιώθη, φησίν. Οὐκοῦν καταλύεται καὶ ἀπόλλυται καὶ οὐκέτι ἐστί. Λαβὼν παρὰ τοῦ προφήτου τὴν παῤῥησίαν, μᾶλλον αὐτοῦ καθάπτεται συμφερόντως, δεικνὺς ὅτι τὰ ἡμέτερα νῦν ἀνθεῖ· τουτέστιν, ἔδειξεν οὖσαν παλαιάν. Εἶτα λαβὼν τὸ τῆς παλαιᾶς ὄνομα, καὶ ἕτερον παρ' ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόμενον ἀπὸ τῶν ἄλλων ἔλαβε, καί φησιν· Ἐγγὺς ἀφανισμοῦ. Οὐκ ἄρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ' ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον. Διὰ τοῦτο ἔλεγε, Διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ, Οὐδὲν ἐτελείωσεν ὁ νόμος, καὶ ὅτι, Εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἄμεμπτος τί ἐστι; Χρήσιμος, ἰσχυρά. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐγκλημάτων δεῖξαι ὑπεύθυνον, ἀλλ' ὡς οὐκ ἀρκοῦσαν, ἰδιωτικώτερον ἐφθέγξατο· ὡς ἄν τις εἴποι· Οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλάττωμα, σαθρά ἐστιν· οὐκ ἔστιν ἄμεμπτον τὸ ἱμάτιον, τουτέστι, λοιπὸν διαῤῥεῖ. Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαμα καὶ ἐλάττωμα.