Ancient Greek
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-16
Not analysed yet
Καιρὸν ἐνεστηκότα ποῖον λέγει; Τὸν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς· πῶς γὰρ, ἐπιγενόμενος καὶ τέλος ἔχων; Καὶ ἕτερον δὲ ἐμφαίνων, τοῦτό φησι· Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα· τουτέστιν, ὁ τύπος γέγονε. Καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Εἶδες πῶς σαφῶς ἔδειξεν ἐντεῦθεν τί ἐστι τὸ, Οὐδὲν ἐτελείωσεν ὁ νόμος, καὶ τὸ, Εἰ ἡ πρώτη ἦν ἄμεμπτος; Πῶς; Κατὰ συνείδησιν. Αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν· Κατὰ νόμον γὰρ ἐντολῆς σαρκικῆς, φησίν. Οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφιέναι ἠδύναντο. Ὁρᾷς, Τόδε φάγε, τόδε μὴ φάγῃς; ἅπερ ἐστὶν ἀδιάφορα. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς. Τόδε πίε, φησί· καίτοι περὶ τοῦ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ' ἐξευτελίζων αὐτὰ οὕτως εἶπε· Καὶ διαφόροις βαπτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός. Ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμενον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου. Τὴν σάρκα ἐνταῦθα λέγει. Καλῶς δὲ καὶ μείζονα καὶ τελειοτέραν εἶπεν, εἴ γε ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· ἢ τελειοτέρας, ἅτε καὶ ἀλήπτου οὔσης, λέγει, καὶ μείζονα κατορθούσης. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. Ἰδοὺ πῶς μείζονος· οὐ γὰρ ἂν ἐκ Πνεύματος, εἰ ἄνθρωπος αὐτὴν κατεσκεύασεν. Οὐ ταύτης τῆς κτίσεως, φησὶ, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικῆς· ἐκ Πνεύματος γὰρ κατεσκεύαστο ἁγίου. Ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; Διὰ τῆς μείζονος καὶ τελειοτέρας, φησὶ, σκηνῆς· εἶτα, Διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ· καὶ πάλιν, Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· καὶ πάλιν· Εἰσερχομένην εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἡμᾶς διδάξαι βουλόμενος, καθ' ἕτερον καὶ ἕτερον σημαινόμενον, τὸν αὐτὸν λόγον ὄντα. Οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ἐστιν· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα· καὶ σκηνὴ ὁμοίως ἡ σὰρξ, ἔχουσα τὴν θεότητα· καὶ σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησὶ, παραγενόμενος ἀρχιερεύς. Οὐκ εἶπε, Γενόμενος, ἀλλὰ, Παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθὼν, οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο, καὶ τότε ἐγένετο, ἀλλ' ἅμα ἦλθε. Καὶ οὐκ εἶπε, Παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ, Τῶν μελλόντων ἀγαθῶν· ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν. Οὐδὲ δι' αἵματος, φησὶ, τράγων καὶ μόσχων. Πάντα ἐξηλλαγμένα, Διὰ δὲ τοῦ ἰδίου αἵματος, φησὶν, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. Ἰδοὺ τὸν οὐρανὸν τοῦτο ἐκάλεσεν. Ἐφάπαξ, φησὶν, εἰσῆλθεν εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ τὸ, Εὑράμενος, σφόδρα τῶν ἀπόρων ἦν καὶ τῶν παρὰ προσδοκίαν, πῶς διὰ μιᾶς εἰσόδου αἰωνίαν λύτρωσιν ηὕρατο. Εἶτα τὸ πιθανόν· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγ κεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἷμα τοῦ Χριστοῦ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἁγιάζει, μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον, καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινός· καὶ λέγει, ὅτι εἰκότως, εἴ γε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ. Καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς· Ὃς διὰ Πνεύματος ἁγίου, φησὶν, ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ· τουτέστι, τὸ ἱερεῖον ἄμωμον ἦν ἁμαρτιῶν καθαρόν. Τὸ δὲ, Διὰ Πνεύματος ἁγίου, δηλοῖ ὅτι οὐ διὰ πυρὸς προσήνεκται, οὐδὲ δι' ἄλλων τινῶν. Καθαριεῖ τὴν συνείδησιν ὑμῶν, φησὶν, ἀπὸ νεκρῶν ἔργων. Καὶ καλῶς εἶπεν, Ἀπὸ νεκρῶν ἔργων· εἴ τις γὰρ ἥψατο τότε νεκροῦ, ἐμιαίνετο· καὶ ἐνταῦθα εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως. Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι, φησὶ, καὶ ἀληθινῷ. Ἐνταῦθα ἐμφαίνει, ὅτι τὸν νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι Θεῷ. Ἀληθινῷ δὲ καὶ ζῶντι Θεῷ εἰκότως εἶπε, δηλῶν ἐντεῦθεν ὅτι καὶ τὰ προσαγόμενα αὐτῷ τοιαῦτα. Ὥστε ταῦτα τὰ παρ' ἡμῖν καὶ ζῶντα καὶ ἀληθινά· ἐκεῖνα δὲ τὰ παρὰ Ἰουδαίοις καὶ νεκρὰ καὶ ψευδῆ· καὶ εἰκότως.