Ancient Greek
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-16
Not analysed yet
Ἔδειξεν ἀπὸ τοῦ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἔμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς τοῦ σχήματος. Πῶς; Ἅγια λέγων, καὶ Ἅγια ἁγίων. Τὰ μὲν οὖν ἅγια τοῦ προτέρου καιροῦ σύμβολά ἐστιν· ἐκεῖ γὰρ διὰ θυσιῶν πάντα γίνεται· τὰ δὲ Ἅγια τῶν ἁγίων, τούτου τοῦ νῦν ἐνεστῶτος· λέγει δὲ Ἅγια ἁγίων τὸν οὐρανὸν, τὸ αὐτὸ δὲ καὶ καταπέτασμα τοῦ οὐρανοῦ, καὶ τὴν σάρκα εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, τουτέστι, διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ. Καλὸν δὲ ἄνωθεν τοῦτο τὸ χωρίον ἀναλαβόντας εἰπεῖν. Τί οὖν φησιν; Εἶχε μὲν οὖν καὶ ἡ πρώτη. Ἡ πρώτη τίς; Ἡ διαθήκη. Δικαιώματα λατρείας. Τί ἐστι, Δικαιώματα; Σύμβολα, ἢ θεσμούς· ὡσεὶ ἔλεγε, Τότε εἶχε, νῦν οὐκ ἔχει· δείκνυσιν ἤδη τούτῳ αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησίν. Ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστι. Τό τε ἅγιον κοσμικόν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἠφίετο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεσαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζωραῖοι. Ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ δὴ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ, φησὶ, κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἅγια· ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων. Ταῦτα σύμβολα τοῦ κόσμου. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα. Ἄρα οὐκ ἦν καταπέτασμα ἓν, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν. Σκηνὴ, ἥτις λέγεται Ἅγια ἁγίων. Ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ παρὰ τὸ σκηνοῦν ἐκεῖ. Χρυσοῦν ἔχουσα θυμιατήριον, φησὶ, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ τῆς Ἰουδαϊκῆς ἀγνωμοσύνης ὑπομνήματα. Καὶ αἱ πλάκες τῆς διαθήκης. Κατέαξε γὰρ αὐτάς· καὶ τὸ μάννα· ἐγόγγυσαν γάρ· καὶ διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. Ἐπανέστησαν γάρ. Ἐπεὶ οὖν καὶ ἀχάριστοι ἦσαν οἱ Ἰουδαῖοι, καὶ εὐεργετούμενοι συνεχῶς ἐπελανθάνοντο, διὰ τοῦτο προστάξει τοῦ νομοθέτου εἰς τὴν στάμνον τὴν χρυσῆν ἀπέθεσαν αὐτὰ, καὶ οὕτως εἰς ἐγγόνους παρέπεμπον τὴν μνήμην. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Τί ἐστι Χερουβὶμ δόξης; Ἤτοι τὰ ἔνδοξα, ἢ τὰ ὑποκάτω τοῦ Θεοῦ φησι. Καλῶς δὲ καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ μέρος. Ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνον τὰ ὁρώμενα, ἀλλὰ αἰνίγματά τινα ἦν. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ μέρος· ἴσως ὡς μακροῦ δεομένων λόγου. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Τουτέστιν, ἦν μὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ τούτων αὐτῶν οἱ Ἰουδαῖοι· οὐ γὰρ ἑώρων αὐτά. Ὥστε οὐκ ἐκείνοις μᾶλλον ἦν, ἢ οἷς προετυποῦτο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι πῶς μία θυσία, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε, δείκνυσιν αὐτὸ ἄνωθεν οὕτως ὄν· εἴ γε ἡ ἁγιωτέρα μία ἦν καὶ ἡ φρικτή. Οὕτως ἠθίζοντο ἄνωθεν· καὶ γὰρ τότε ὁ ἀρχιερεὺς, φησὶν, ἅπαξ προσέφερε. Καὶ καλῶς εἶπεν, Οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος, οὐ μὴν τούτου τοῦ αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία. Δείκνυσιν ὅτι ἔσται, οὐ πυρὶ ἀναλουμένη, ἀλλὰ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη. Ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα, οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλὰ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν, ἅπαξ προσεφέρετο ἐν αἵματι. Ὃ προσφέρει, φησὶν, ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὅρα· οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ', Ἀγνοημάτων, ἵνα μὴ μέγα φρονήσωσιν. Εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, φησίν· ἀλλ' ἄκων ἠγνόησας, καὶ τούτου οὐδείς ἐστι καθαρός. Καὶ πανταχοῦ τὸ, Ὑπὲρ ἑαυτοῦ, τίθησι, δεικνὺς ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶ τοῦ παρὰ Ἰουδαίοις ἀρχιερεύς. Εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκε; Τί οὖν ταῦτα εἶπες, φησί; Τοῦτο γὰρ κρείττονός ἐστιν. Οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ καί φησι· Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Διὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν, ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος. Μὴ οὖν, ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτοῦ, φησὶ, νομίζωμεν αὐτὸν μηδὲ εἶναι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν. Ἥτις παραβολὴ, φησὶν, εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα.