Ancient Greek
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-8
Not analysed yet
Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. Διὰ τοῦτο ἀνωτέρω ἔλεγεν· Ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅρα τοίνυν πῶς καὶ ἐνταῦθα τὸ αὐτὸ ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε, φησὶν, ὁδὸν ἢν καὶ ἡμεῖς νῦν, μᾶλλον δὲ καὶ τραχυτέραν· πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. Εἶπεν ἐκεῖ· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, τὴν θεότητα αἰνιττόμενος. Εἶτα, ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὥσπερ οἰκείων προΐσταται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν. Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθε· καὶ πῶς, ἐγὼ λέγω. Οὐ θαυμαστὸν δὲ, εἰ οὐδαμοῦ αὐτὸ τέθεικεν· ἢ γὰρ ἵνα μὴ δόξωσιν ἀπολογίαν εὑρίσκειν, συμπεριέλαβε καὶ αὐτόν· ἢ ἵνα μὴ δόξῃ κατηγορεῖν τοῦ ἀνδρὸς, φανερῶς αὐτὸ οὐκ εἶπεν. Εἰ γὰρ, οὐδενὸς τούτων λεχθέντος, ταῦτα προέφερον, λέγοντες, Κατὰ τοῦ Μωϋσέως καὶ κατὰ τοῦ νόμου οὗτος εἴρηκε· πολλῷ μᾶλλον εἰ εἶπεν· Οὐκ ἔστι Παλαιστίνη, ἀλλ' οὐρανὸς, μείζονα ἂν τούτων εἶπον. Ἀλλ' οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσιν, ἀλλὰ καὶ τὰ παρ' ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν. Ἔχοντες οὖν, φησὶν, ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀνταπόδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. Ὅτι δὲ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι. Οὐκοῦν ὅτι οὐκ ἐξεπέσομεν, ὁμολογήσωμεν· εἰ καὶ μὴ πάρεστι τὰ πράγματα, ἀλλ' ἡμεῖς ὁμολογήσωμεν· εἰ ἄρτι παρῆν, ψεῦδος ἦν. Ὥστε καὶ τοῦτο ἀληθὲς, τὸ ὑπερτίθεσθαι· καὶ γὰρ ὁ ἀρχιερεὺς ἡμῶν μέγας· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. Οὐκ ἔστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ ὅ τί ποτέ ἐστι θλῖψις. Ἐπὶ γὰρ τῶν ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου τὸν μὴ πεῖραν λαβόντα καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος· διὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. Πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Ὅρα πῶς καὶ ἄνω τὸ, Παραπλησίως, ἔθηκε, καὶ ἐνταῦθα τὸ, Καθ' ὁμοιότητα. Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη. Καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας, καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν. Ὥστε καὶ ὅταν λέγῃ, Ἐν ὁμοιώματι σαρκὸς, οὐ τοῦτο φησὶν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ' ὅτι σάρκα ἀνέλαβε. Διὰ τί οὖν εἶπεν· Ἐν ὁμοιώματι; Περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ· τῇ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν, τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον χάριτος τίνα φησί; Τὸν θρόνον τὸν βασιλικὸν περὶ οὗ φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὡσεὶ ἔλεγε· Προσερχώμεθα μετὰ παῤῥησίας, ὅτι ἀναμάρτητον ἔχομεν ἀρχιερέα, καταγωνιζόμενον τὴν οἰκουμένην. Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τὸ γὰρ πάντα μὲν παθεῖν, καθαρὸν δὲ εἶναι ἁμαρτημάτων, τοῦτό ἐστιν. Εἰ ἡμεῖς ὑπὸ ἁμαρτίαν ἐσμὲν, φησὶν, αὐτὸς δὲ ἀναμάρτητος. πῶς προσερχώμεθα μετὰ παῤῥησίας; Ὅτι θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως νῦν. Διὰ τοῦτο Προσερχώμεθα μετὰ παῤῥησίας, ἵνα λάβωμεν ἔλεον, οἷον ζητοῦμεν, φησί. Φιλοτιμία γὰρ τὸ πρᾶγμά ἐστι, καὶ δωρεὰ βασιλική. Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Καλῶς εἴρηκεν· Εἰς εὔκαιρον βοήθειαν. Ἂν νῦν προσέλθῃς, φησὶ, λήψῃ καὶ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι· ἄκαιρος γὰρ τότε ἡ πρόσοδος· οὐ γάρ ἐστι τότε θρόνος χάριτος. Θρόνος χάριτός ἐστιν, ἕως κάθηται χαριζόμενος ὁ Βασιλεύς· ὅταν δὲ ἡ συντέλεια γένηται, τότε ἐγείρεται εἰς κρίσιν· Ἀνάστα γὰρ, φησὶν, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ἔστι καὶ ἕτερόν τι εἰπεῖν· Προσερχώμεθα, φησὶ, μετὰ παῤῥησίας, τουτέστι, μηδὲν ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ λέγει· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἐπεὶ καὶ νῦν τὸ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εὑρίσκειν μετάνοιαν, χάριτός ἐστιν. Ἵνα δὲ μὴ ἀκούσας αὐτὸν ἀρχιερέα, νομίσῃς ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἄγει· ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ' ἕστηκεν. Ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐ φύσεώς ἐστιν, ἀλλὰ χάριτος καὶ συγκαταβάσεως καὶ κενώσεως; Τοῦτο καὶ ἡμῖν εὔκαιρον νῦν εἰπεῖν· προσερχώμεθα μετὰ παῤῥησίας αἰτοῦντες· μόνον πίστιν προσαγάγωμεν, καὶ πάντα δίδωσι. Νῦν ὁ τῆς δωρεᾶς ἐστι καιρὸς, μηδεὶς ἑαυτοῦ ἀπογινωσκέτω. Τότε τῆς ἀπογνώσεως ὁ καιρὸς, ὅταν ὁ νυμφὼν κλείηται, ὅταν εἰσέλθῃ ὁ βασιλεὺς τοὺς ἀνακειμένους ἰδεῖν, ὅταν ἀπολάβωσι τοὺς κόλπους τοῦ πατριάρχου οἱ μέλλοντες τούτων ἀξιοῦσθαι· νῦν δὲ οὔπω· ἔτι γὰρ τὸ θέατρον συνέστηκεν, ἔτι ὁ ἀγὼν ἕστηκεν, ἔτι τὸ βραβεῖον μετέωρον.