Ancient Greek
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-6
Not analysed yet
Σπουδάσωμεν οὖν· καὶ γὰρ Παῦλός φησιν· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Δρόμου χρεία, καὶ δρόμου σφοδροῦ. Ὁ τρέχων οὐδένα τῶν ἁπάντων ὁρᾷ, κἂν διὰ λειμώνων, κἂν δι' αὐχμηρῶν τόπων διαβαίνῃ· ὁ τρέχων οὐ πρὸς τοὺς θεατὰς ὁρᾷ, ἀλλὰ πρὸς τὸ βραβεῖον· κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαμῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται μόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον. Ὁ τρέχων οὐδαμοῦ ἵσταται· ἐπεὶ κἂν μικρὸν ῥᾳθυμήσῃ, τὸ πᾶν ἀπώλεσεν. Ὁ τρέχων οὐ μόνον οὐδὲν ὑφαιρεῖ πρὸ τοῦ τέλους, ἀλλὰ καὶ τότε μάλιστα ἐπιτείνει τὸν δρόμον. Τοῦτό μοι εἴρηται πρὸς τοὺς λέγοντας· Ἐν νεότητι ἠσκήσαμεν, ἐν νεότητι ἐνηστεύσαμεν, γεγηράκαμεν νῦν. Μάλιστα νῦν τὴν εὐλάβειαν ἐπιτείνειν χρή. Μή μοι τὰ παλαιὰ ἀρίθμει κατορθώματα, νέαζε καὶ ἄκμαζε νῦν μᾶλλον. Ὁ μὲν γὰρ τὸν σωματικὸν τοῦτον τρέχων δρόμον, εἰκότως, ἐπειδὰν ἡ πολιὰ καταλάβῃ, οὐκέτι ὁμοίως τρέχειν δύναται· ἐν γὰρ τῷ σώματι τὸ πᾶν τοῦ ἀγῶνός ἐστι. Σὺ δὲ τίνος ἕνεκεν ἐλαττοῖς τὸν δρόμον; ψυχῆς γὰρ ἐνταῦθα χρεία, ψυχῆς διεγηγερμένη· ἡ δὲ ψυχὴ ἐν γήρᾳ ῥώννυται, μᾶλλον τότε ἀκμάζει, τότε γαυροῦται. Καθάπερ γὰρ σῶμα ἕως μὲν ἂν πυρετοῖς συνέχηται καὶ ἐπαλλήλοις νοσήμασι, κἂν ἰσχυρὸν ᾖ, τεταλαιπώρηται, ἐπειδὰν δὲ ἀπαλλαγῇ τῆς πολιορκίας ἐκείνης, ἀνακτᾶται τὴν οἰκείαν δύναμιν· οὕτω καὶ ἡ ψυχὴ ἐν νεότητι μὲν οὖσα πυρέττει, καὶ δόξης αὐτὴν ἔρως κατέχει μάλιστα καὶ τρυφῆς καὶ ἀφροδισίων καὶ πολλῶν ἄλλων φαντασιῶν· τοῦ δὲ γήρως αὐτῇ ἐπελθόντος, πάντα ταῦτα ἀπελαύνεται τὰ πάθη, τὰ μὲν διὰ τὸν καιρὸν, τὰ δὲ διὰ τὴν φιλοσοφίαν. Τοὺς μὲν γὰρ τόνους χαλάσαν τοῦ σώματος τὸ γῆρας, οὐδὲ βουλομένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεμίους παντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα. Εἰ γὰρ καὶ μηδεὶς ἕτερος, ἀλλ' οἱ γεγηρακότες ἴσασιν, ὅτι τελευτῶσι, καὶ ὅτι πάντως ἐγγὺς ἑστήκασι τοῦ θανάτου. Ὅταν οὖν αἱ μὲν ἐπιθυμίαι ἐξιστῶνται αἱ βιωτικαὶ, ἡ δὲ τοῦ δικαστηρίου προσδοκία ἐπεισέρχηται, τὸ δυσπειθὲς αὐτῆς μαλάττουσα, οὐχὶ μᾶλλον προσεκτικωτέρα γίνεται, ἐὰν θέλῃ; Τί οὖν, φησὶν, ὅταν ἴδωμεν τῶν νέων χαλεπωτέρους τοὺς γέροντας; Ὑπερβολήν μοι λέγεις κακίας· καὶ γὰρ ἐπὶ τῶν μαινομένων, οὐδενὸς ὠθοῦντος, ὁρῶμεν αὐτοὺς κατὰ κρημνῶν χωροῦντας. Ὅταν οὖν καὶ γέρων τὰ τῶν νέων νοσῇ, ὑπερβολὴ τοῦτο κακίας ἐστί· καὶ οὐδὲ ἐν νεότητι ὁ τοιοῦτος ἀπολογίαν ἂν ἔχοι· οὐ γὰρ δύναται λέγειν, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν. Ἐκεῖνος γὰρ δύναται λέγειν· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὁ τὰ τῷ γέροντι προσήκοντα ποιῶν, ὁ ἐν τῷ γήρᾳ μεταβαλλόμενος· εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχημονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνομάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούμενον; Ὁ γὰρ λέγων, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὡς ἐν τῷ γήρᾳ κατορθῶν, ταῦτά φησι. Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινομένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁμαρτημάτων συγγνώμης. Πῶς γὰρ οὐκ ἄτοπον καὶ συγγνώμης ἐπέκεινα τὸ γινόμενον; γέρων μεθύει, ἐν καπηλείοις καθέζεται, γέρων εἰς ἱπποδρομίας σπεύδει, γέρων εἰς θέατρα ἀναβαίνει, καθάπερ παιδίον τρέχων μετὰ τοῦ πλήθους. Ὄντως αἰσχύνη καὶ γέλως, τῇ μὲν πολιᾷ κοσμεῖσθαι ἔξωθεν, ἔνδοθεν δὲ παιδὸς φρόνημα ἔχειν. Κἂν μὲν ὑβρίσῃ τις νέος, εὐθέως προβάλλεται τὰς πολιάς. Σὺ αὐτὰς αἰδέσθητι πρῶτος· εἰ δὲ σὺ τὰς σεαυτοῦ οὐκ αἰδῇ, καὶ ταῦτα γέρων ὢν, πῶς τὸν νέον τὰς σὰς αἰδεῖσθαι ἀξιοῖς πολιάς; Οὐκ αἰδῇ τὰς πολιὰς, ἀλλ' αἰσχύνεις αὐτάς. Ὁ Θεός σε ἐτίμησε τῇ λευκότητι τῶν τριχῶν, ἔδωκέ σοι προεδρίαν πολλήν· τί προδίδως τὴν τιμήν; Πῶς σε αἰδεσθήσεται ὁ νέος, ὅταν αὐτοῦ πλέον ἀσελγαίνῃς; Ἡ γὰρ πολιὰ τότε αἰδέσιμος, ὅταν τὰ τῆς πολιᾶς πράττῃ· ὅταν δὲ νεωτερίζῃ, τῶν νέων καταγελαστότερος ἔσται. Πῶς οὖν δυνήσεσθε τῷ νέῳ ταῦτα παραινεῖν ὑμεῖς οἱ γέροντες μεθύοντες ὑπὸ τῆς ἀταξίας; Οὐ τῶν γερόντων δὲ κατηγορῶν ταῦτα λέγω, μὴ γένοιτο, ἀλλὰ τῶν νέων. Οἱ γὰρ ταῦτα πράττοντες, ἐμοὶ δοκεῖ, κἂν εἰς ἑκατοστὸν ἔλθωσιν ἔτος, νέοι εἰσί· καθάπερ οἱ νέοι, κἂν παιδία μικρὰ ὦσι, σωφρονῶσι δὲ, τῶν γερόντων εἰσὶν ἀμείνους. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ καὶ ἡ Γραφὴ ταύτην οἶδε τὴν διάκρισιν· Γῆρας γὰρ, φησὶ, τίμιον, οὐ τὸ πολυχρόνιον, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.