Ancient Greek
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1
Not analysed yet
Πῶς οὖν, εἰπέ μοι, λέγεις, αἱρετικὲ, διὰ τὸ λέγεσθαι παρὰ τῇ Γραφῇ· Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, ὅτι Πατὴρ ἐπέταξεν, ὁ δὲ Υἱὸς ἐπήκουσεν; Ἀλλ' ἰδοὺ καὶ ἐνταῦθα ῥήματι αὐτὸς ποιεῖ· Φέρων τε γὰρ, φησὶ, τὰ πάντα· τουτέστι, κυβερνῶν, τὰ διαπίπτοντα συγκρατῶν. Τοῦ γὰρ ποιῆσαι τὸν κόσμον οὐχ ἧττόν ἐστι τὸ συγκρατεῖν, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ ἐξ οὐκ ὄντων ἐστί τι παράγειν· τὸ δὲ, τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα ἀναχωρεῖν, συνέχειν τε καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ θαυμαστὸν, καὶ πολλῆς δυνάμεως τεκμήριον. Εἶτα καὶ τὸ εὔκολον δηλῶν εἶπε· Φέρων. Οὐκ εἶπε· Κυβερνῶν, ἀπὸ μεταφορᾶς τῶν ἁπλῶς τῷ δακτύλῳ τι κινούντων, καὶ ποιούντων περιφέρεσθαι. Ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. Εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν, εἰπών· Τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καλῶς εἶπε· Τῷ ῥήματι· ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ' ἡμῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. Ἀλλ' ὅτι μὲν τῷ ῥήματι φέρει, εἶπε, τὸ δὲ πῶς τῷ ῥήματι φέρει οὐκέτι προσέθηκεν· οὐδὲ γὰρ δυνατὸν εἰδέναι. Εἶτα ἐπήγαγε περὶ τῆς μεγαλειότητος αὐτοῦ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. Ὅπερ γὰρ ἐκεῖνος ᾐνίξατο εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ τοῦ εἰπεῖν, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἐνέφηνε· καὶ γὰρ καὶ δημιουργὸν, καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. Τί οὖν, ὅταν περὶ τοῦ Πατρὸς μὲν λέγῃ ὁ Προφήτης, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων, καὶ τῶν ἁπάντων Δημιουργὸς, τί ἂν εἴποιεν; μᾶλλον δὲ ὅπερ περὶ τοῦ Πατρὸς ἐλέγετο· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τις ἂν εἰρημένον; Καὶ ὥσπερ ἐκεῖνός φησι· Ζωὴ ἦν, τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων αὐτός ἐστιν ἡ ζωή· οὕτω καὶ οὗτός φησι· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· οὐ καθάπερ Ἕλληνες, καὶ τῆς δημιουργίας αὐτῆς, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦντες αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες αὐτοῦ τὴν δύναμιν. Δι' ἑαυτοῦ γὰρ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν. Εἰπὼν περὶ τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων, τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεμονίας. Μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ, Φέρων τε τὰ πάντα· πλὴν ἀλλὰ τοῦτο πολλῷ μεῖζον. Καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος, πάντας ἔσωσεν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπών· Ζωὴ ἦν, καὶ τὴν πρόνοιαν αὐτοῦ δηλώσας, πάλιν λέγει, ὅτι Καὶ φῶς, τὸ αὐτὸ τοῦτο δηλῶν. Δι' ἑαυτοῦ, φησὶ, καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Δύο τίθησιν ἐνταῦθα τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα· τό τε καθαρίσαι τῶν ἁμαρτιῶν ἡμᾶς, καὶ τὸ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν ἐπὶ τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ οὕτω τὸ μέγα δῶρον μεῖζον γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. Εἰπὼν γάρ· Ἐκάθισεν ἐν δεξιᾷ, καὶ, Καθαρισμὸν δι' ἑαυτοῦ ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως λόγον ἐπήγαγε. Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον· οὐκ εἶπεν· Ἐκελεύσθη καθίσαι· ἀλλ', Ἐκάθισεν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς αὐτὸν ἑστάναι, ἐπάγει· Τίνι γὰρ τῶν ἀγγέλων εἶπέ ποτε, Κάθου ἐκ δεξιῶν μου; Ἐκάθισε, φησὶν, ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστιν, Ἐν ὑψηλοῖς; εἰς τόπον περικλείει τὸν Θεόν; Ἄπαγε· οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν, οὕτως εἴρηκεν· ἀλλ' ὥσπερ εἰπών· Ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα· οὕτως εἰπών· Ἐν ὑψηλοῖς, οὐκ ἀπέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ πάντα ὑπεραναβεβηκότα· ὡσανεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. Εἰ δὲ λέγουσιν, ὅτι εἶπε· Κάθου, ἐρώμεθα αὐτούς· Τί οὖν; ἑστῶτι εἶπεν; Ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Ἄλλως δὲ οὐκ εἶπεν, ὅτι ἐκέλευσεν ἢ προσέταξεν, ἀλλ' ὅτι Εἶπε, Κάθου· καὶ τοῦτο δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. Ὅτι γὰρ διὰ τοῦτο οὕτως εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας· εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἂν εἶπεν· Ἐκ δεξιῶν, ἀλλ', Ἐξ ἀριστερῶν. Τοσούτῳ κρείττων γενόμενος, φησὶν, ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τὸ, Γενόμενος, ἐνταῦθα ἀντὶ τοῦ, ἀποδειχθεὶς, ὡς ἂν εἴποι τις, ἐστίν. Εἶτα καὶ διισχυρίζεται. Πόθεν; Ἀπὸ τοῦ ὀνόματος. Ὁρᾷς ὅτι οἶδε τὸ, Υἱὸς, ὄνομα τὴν γνησιότητα δηλοῦν; Καὶ μὴν, εἰ μὴ γνήσιον ἦν, οὐκ ἂν τοῦτο εἶπε. Πῶς; Ὅτι δι' οὐδὲν ἕτερον γνήσιός ἐστιν, ἀλλ' ἢ τὸ ἐξ αὐτοῦ εἶναι. Ἀπὸ τούτου τοίνυν ἰσχυρίζεται. Εἰ δὲ χάριτί ἐστιν Υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν ἀγγέλων· πῶς; Ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἂν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. Καὶ δηλῶν ὅτι διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τί φησι· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα· τὸ γὰρ, Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, τῆς ἐνανθρωπήσεώς ἐστι παραστατικόν· τὸ δὲ, Υἱός μου εἶ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι ἐξ αὐτοῦ ἐστιν. Ὥσπερ δὲ ὢν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ· οὕτω καὶ τὸ, Σήμερον, ἐνταῦθά μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι. Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὡσπεροῦν καὶ ἡ θεότης τῶν ταπεινῶν. Ὁ Θεὸς γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἂν τὰ ῥήματα παρῃτήσατο;