Ancient Greek
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-2
Not analysed yet
Ταῦτ' οὖν εἰδότες, μηδὲν ἐπαισχυνώμεθα, μὴ μέγα φρονῶμεν. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν καὶ Δεσπότης καὶ Θεοῦ Υἱὸς, οὐ παρῃτήσατο μορφὴν δούλου λαβεῖν· πολλῷ μᾶλλον ἡμᾶς ἅπαντα δεῖ ποιεῖν, κἂν ταπεινὰ ᾖ. Πόθεν γὰρ, εἰπέ μοι, ἄνθρωπε, μέγα φρονεῖς; ἀπὸ τῶν βιωτικῶν; ἀλλὰ ταῦτα πρὶν ἢ φανῆναι παρατρέχει. Ἀλλ' ἀπὸ τῶν πνευματικῶν; ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωμα πνευματικὸν, τὸ μὴ μέγα φρονεῖν. Διὰ τί τοίνυν μέγα φρονεῖς; ὅτι κατορθοῖς· Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὅταν ποιήσητε πάντα, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Ἀλλὰ διὰ τὸν πλοῦτον μέγα φρονεῖς; διὰ τί, εἰπέ μοι; οὐκ ἤκουσας ὅτι γυμνοὶ εἰσήλθομεν εἰς τὸν βίον, γυμνοὶ καὶ ἀπελευσόμεθα; μᾶλλον δὲ, οὐχ ὁρᾷς τοὺς πρὸ σοῦ ἐρήμους καὶ γυμνοὺς ἀπελθόντας; Τίς τὰ ἀλλότρια ἔχων μέγα φρονεῖ; Οἱ γὰρ βουλόμενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν μόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ μὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇ τελευτῇ πάντως. Ἀλλ' ἡμεῖς ζῶντες αὐτοῖς, φησὶν, ὡς βουλόμεθα, χρώμεθα. Μάλιστα μὲν οὐδένα ἄν τις ἴδοι ταχέως, ὡς βούλεται, τοῖς οὖσι χρώμενον· εἰ δέ τις καὶ χρῷτο ὡς βούλεται, οὐδὲ τοῦτο μέγα· βραχὺς γὰρ ὁ παρὼν καιρὸς πρὸς τοὺς αἰῶνας τοὺς ἀτελευτήτους. Μέγα φρονεῖς, ἄνθρωπε, ὅτι πλουτεῖς; τίνος ἕνεκεν; τοῦτο γὰρ καὶ λῃσταῖς παραγίνεται καὶ κλέπταις καὶ ἀνδροφόνοις καὶ μαλακοῖς καὶ πόρνοις καὶ πᾶσι τοῖς πονηροῖς. Διὰ τί οὖν μέγα φρονεῖς; Εἰ μὲν γὰρ εἰς δέον αὐτῷ κέχρησαι, οὐκ ὀφείλεις μέγα φρονεῖν, ἵνα μὴ λυμήνῃ τὴν ἐντολήν· εἰ δὲ οὐκ εἰς δέον, ταύτῃ μάλιστα συστέλλεσθαι δεῖ, ὅτι δοῦλος γέγονας τῶν χρημάτων καὶ κτημάτων καὶ κρατῇ ὑπ' αὐτῶν. Εἰπὲ γάρ μοι, εἴ τις πυρέττων ὕδωρ ἐκπίοι πολὺ, τὸ πρὸς βραχὺ μὲν σβεννύον τὴν δίψαν, ὕστερον δὲ ἀνάπτον τὴν φλόγα, μέγα ὀφείλει φρονεῖν; Τί δὲ, εἴ τις πλείονα φροντίζει εἰκῆ, διὰ τοῦτο ὀφείλει μέγα φρονεῖν; Διὰ τί, εἰπέ μοι; ἐπειδὴ πολλοὺς ἔχεις δεσπότας; ἐπειδὴ μυρίας μερίμνας; ἐπειδὴ κολακεύουσί σε πολλοί; Ἀλλὰ τοῦτο δουλεύειν ἐστί. Καὶ ἵνα μάθῃς ὅτι δουλεύεις αὐτοῖς, ἄκουε σαφῶς· τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡμῖν ἔστιν ὅπου χρήσιμά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίμη· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· ὥστε ἔστι καὶ δικαίως θυμωθῆναι. Καὶ πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ γεέννῃ. Πάλιν ὁ ζῆλος καλὸν καὶ ἡ ἐπιθυμία, ἡ μὲν, ὅταν εἰς παιδοποιίαν γίνηται, ὁ δὲ, ὅταν πρὸς τὰ καλὰ τὴν μίμησιν ἔχῃ. Ὥσπερ καὶ Παῦλος λέγει· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε· καὶ πάλιν, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα. Ὥστε ἀμφότερα χρήσιμα. Ἡ μέντοι ἀπόνοια οὐδαμοῦ καλὸν, ἀλλὰ πανταχοῦ ἄχρηστον καὶ βλαβερόν. Πλὴν εἰ δεῖ μέγα φρονεῖν, ἐπὶ πενίᾳ, οὐκ ἐπὶ πλούτῳ δεῖ. Διὰ τί; Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάμενος, τοῦ μὴ δυναμένου πολλῷ μείζων καὶ κρείττων ἐστίν. Εἰπὲ γάρ μοι, εἰ κληθέντων εἰς βασιλικὴν πόλιν τινῶν, οἱ μὲν αὐτῶν μήτε ὑποζυγίων δέοιντο, μήτε οἰκετῶν, μήτε σκιαδίων, μήτε καταγωγίων, μήτε ὑποδημάτων, μήτε σκευῶν, ἀλλ' ἀπόχρη αὐτοῖς ἄρτον μόνον ἔχειν, καὶ ὕδωρ ἐκ τῶν πηγῶν λαμβάνειν· ἐκεῖνοι δὲ λέγοιεν, ὅτι Ἐὰν μὴ καὶ ὀχήματα δῶτε καὶ στρωμνὴν ἁπαλὴν, οὐ δυνάμεθα παραγενέσθαι, ἐὰν μὴ καὶ πολλοὺς ἔχωμεν τοὺς ἀκολουθοῦντας, ἐὰν μὴ συνεχῶς ἐξῇ διαναπαύεσθαι, οὐ δυνάμεθα, ἐὰν μὴ ὑποζυγίοις χρώμεθα, καὶ μικρὸν ὁδεύωμεν τῆς ἡμέρας μέρος· δεῖ δὲ ἡμῖν καὶ ἑτέρων πλειόνων· τίνας ἂν θαυμάσαιμεν; ἐκείνους, ἢ τούτους; Δῆλον ὅτι τούτους τοὺς οὐδενὸς δεομένους. Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ μὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός. Ὥστε τοὺς ἐπὶ πενίᾳ μᾶλλον ἐχρῆν μέγα φρονεῖν, εἴ γε καὶ ἐχρῆν. Ἀλλ' εὐκαταφρόνητός ἐστιν ὁ πένης, φησίν. Οὐκ ἐκεῖνος, ἀλλ' οἱ τούτου καταφρονοῦντες. Διὰ τί γὰρ ἐγὼ μὴ καταφρονῶ τῶν οὐκ εἰδότων θαυμάζειν ἃ χρή; Ἀλλ' ἂν μὲν ζωγράφος ᾖ τις, πάντων καταγελάσεται τῶν σκωπτόντων αὐτὸν, ἕως ἂν ὦσιν ἀμαθεῖς, καὶ οὔτε πρὸς τὰ παρ' ἐκείνων λεγόμενα ἐπιστρέφεται, ἀλλὰ τῇ ἑαυτοῦ ἀρκεῖται μαρτυρίᾳ· ἡμεῖς δὲ τῆς τῶν πολλῶν δόξης ἐξαρτήσομεν ἑαυτούς· καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Διὰ τοῦτό ἐσμεν ἄξιοι καταφρονεῖσθαι, ὅταν τῶν καταφρονούντων ἡμῶν διὰ τὴν πενίαν μὴ καταφρονῶμεν, μηδὲ ταλανίζωμεν αὐτούς. Καὶ παρίημι ὅσα μὲν ἁμαρτήματα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας· μᾶλλον δὲ οὐδὲ πλοῦτος, οὐδὲ πενία καθ' ἑαυτὸ καλὸν, ἀλλὰ παρὰ τοὺς χρωμένους τούτῳ γίνεται. Ὁ Χριστιανὸς δόκιμος ἐν πενίᾳ μᾶλλον διαφαίνεται, ἢ ἐν τῷ πλούτῳ. Πῶς; Ἐν πενίᾳ μὲν γὰρ ὢν ἀτυφότερος ἔσται, σωφρονέστερος, σεμνότερος, ἐπιεικέστερος, συνετώτερος· ἐν τῷ πλούτῳ δὲ μένων, πολλὰ πρὸς ταῦτα ἔχει τὰ κωλύματα. Ἴδωμεν οὖν τίνα ἐστὶν ἃ ὁ πλούσιος ἐργάζεται, μᾶλλον δὲ ὁ κακῶς τῷ πλούτῳ κεχρημένος. Ἐκεῖνος ἁρπάζει, πλεονεκτεῖ, βιάζεται. Τί δαί; τοὺς ἔρωτας τοὺς ἀτόπους, τὰς ἀθεμίτους μίξεις, τὰς γοητείας, τὰς φαρμακείας, τὰ ἄλλα πάντα δεινὰ οὐκ ἀπὸ τοῦ πλούτου εὑρήσεις τικτόμενα; Ὁρᾷς ὅτι ἐν πενίᾳ μᾶλλον ἀκοπώτερόν ἐστιν, ἢ ἐν πλούτῳ τὴν ἀρετὴν μετιέναι; Μὴ γάρ μοι, ἐπειδὴ δίκην οὐ διδόασιν ἐνταῦθα οἱ πλούσιοι, νομίσῃς αὐτοὺς μηδὲ ἁμαρτάνειν· ὡς εἴ γε ἦν εὔκολον πλούσιον δίκην διδόναι, ἐκ τούτων ἂν εὗρες ἐμπεπλησμένα τὰ δεσμωτήρια· ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει κακὸν ὁ πλοῦτος, ὅτι ἐν πονηρίᾳ ἀτιμωρητὶ πλημμελῶν ὁ τοῦτον κεκτημένος, οὐδέποτε στήσεται τοῦτο ποιῶν, ἀλλὰ λήψεται τραύματα ἄνευ φαρμάκων, καὶ χαλινὸν οὐδεὶς ἐπιθήσει αὐτῷ. Εἰ δὲ βούλοιτό τις, καὶ πρὸς ἡδονὴν εὑρήσει τὴν πενίαν πλείους παρέχουσαν ἡμῖν τὰς ἀφορμάς. Πῶς; Ὅτι φροντίδων ἀπήλλακται, μίσους, μάχης, φιλονεικίας, ἔριδος, μυρίων δεινῶν. Μὴ τοίνυν διώκωμεν τὸ πλουτεῖν, μηδὲ τούτους ζηλώσωμεν ἀεὶ τοὺς πολλὰ κεκτημένους· ἀλλ' οἱ μὲν ἔχοντες, εἰς δέον τῷ πλούτῳ χρώμεθα· οἱ δὲ μὴ ἔχοντες, μὴ ἀλγῶμεν διὰ τοῦτο, ἀλλ' εὐχαριστῶμεν ὑπὲρ ἁπάντων τῷ Θεῷ, ὅτι ἡμᾶς ἐν ὀλίγῳ πόνῳ τὸν αὐτὸν τοῖς πλουσίοις, ἢ καὶ μείζονα, ἂν θέλωμεν, παρασκευάζει μισθὸν λαβεῖν, καὶ ἐξ ὀλίγων μεγάλα κερδανοῦμεν. Ἐπεὶ καὶ ὁ τὰ δύο τάλαντα προσενέγκας ἐθαυμάσθη καὶ ἐτιμήθη ὁμοίως τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι εἰ καὶ δύο ἐπιστεύθη τάλαντα, ἀλλὰ τὰ παρ' ἑαυτοῦ πάντα ἐπλήρωσε, καὶ τὰ ἐμπιστευθέντα διπλᾶ εἰσήνεγκε. Τί τοίνυν σπεύδομεν πιστευθῆναι πολλὰ, ὅταν ἐξῇ δι' ὀλίγων τὰ αὐτὰ καρπώσασθαι, ἢ καὶ πλείονα; ὅταν ὁ μὲν πόνος ἐλάττων ᾖ, ὁ δὲ μισθὸς πολλῷ πλείων; Εὐκολώτερον γὰρ πένης ἐκστήσεται τῶν αὑτοῦ, ἢ πλούσιος πολλὰ καὶ μεγάλα κεκτημένος. Ἢ οὐκ ἴστε, ὅτι ὅσῳ ἂν πλείονά τις περιβάληται, τοσούτῳ πλειόνων ἐρᾷ; Ἵν' οὖν μὴ τοῦτο πάθωμεν, μὴ ζητῶμεν τὸν πλοῦτον, μηδὲ δυσανασχέτως ἔχωμεν πρὸς τὴν πενίαν, μηδὲ σπεύδωμεν πλουτεῖν, ἀλλὰ καὶ οἱ ἔχοντες οὕτως αὐτῷ χρώμεθα, ὡς ὁ Παῦλος ἐκέλευσεν· Οἱ ἔχοντες, φησὶν, ὡς μὴ ἔχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.