Ancient Greek
Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-31
Not analysed yet
Ταῦτα τότε μὲν ὁ Παῦλος ἔλεγε, νῦν δὲ ἐγὼ λέγω· οὐχὶ πρὸς τοὺς παρόντας μόνον ἀδελφοὺς δὲ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας. Οὐδεὶς τὰ ὑπάρχοντα ὑμῶν ἥρπασεν· εἰ δέ τινες καὶ ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε. Τίνα γὰρ ἕξομεν ἡμεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ μετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ταῦτα ἀκουόντων, Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίας μὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας· οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως. Καὶ οὐκ εἶπε, Τῆς ξενοδοχίας μὴ ἐπιλανθάνεσθε, ἀλλὰ, Τῆς φιλοξενίας· τουτέστι, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Καὶ οὐκ εἶπε τὴν μέλλουσαν καὶ ἀποκειμένην ἀμοιβὴν, ἵνα μὴ πάλιν αὐτοὺς ὑπτιωτέρους ἐργάσηται, ἀλλὰ τὴν ἤδη δοθεῖσαν· ἐπήγαγε γὰρ, Δι' αὐτῆς ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τίμιος ὁ γάμος, φησὶν, ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πῶς τίμιος ὁ γάμος; Ὅτι ἐν σωφροσύνῃ, φησὶ, διατηρεῖ τὸν πιστόν. Ἐνταῦθα καὶ Ἰουδαίους αἰνίττεται, ὅτι βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίμιος ὁ γάμος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ μιαίνεσθαι νομίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ μετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται προσχήματι ἐλεημοσύνης ἀνακτᾶσθαι πάλιν αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυρος ὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν μηδὲ τούτων, φησὶν, εὐπορῶμεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ' αὐτοῦ, μὴ ἀμφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, μὴ ἀμφισβήτει. Τὸ δὲ, Οὐ μή σε ἀνῶ, οὐ περὶ χρημάτων μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυμοτέρους μᾶλλον ποιῶν, ὥστε μὴ ἀπαγορεύειν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐν πᾶσι λέγωμεν τοῖς πειρασμοῖς, καὶ καταγελῶμεν τῶν ἀνθρωπίνων πραγμάτων· ἕως ἂν ἔχωμεν τὸν Θεὸν ἡμῖν εὐμενῆ, οὐδεὶς ἡμῶν περιέσται. Ὥσπερ γὰρ ἐκείνου ἐχθροῦ ὄντος, κἂν πάντες ἡμῖν ὦσι φίλοι, κέρδος οὐδέν· οὕτως αὐτοῦ φίλου ὄντος, κἂν ἅπαντες ἡμᾶς πολεμῶσιν, οὐδεμία βλάβη. Διὰ τοῦτο ἔλεγεν, Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ἐνταῦθα καὶ περὶ ἐπικουρίας αὐτὸν οἶμαι λέγειν· τοῦτο γάρ ἐστι τὸ, Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Τί ἐστιν, Ἀναθεωροῦντες; Συνεχῶς στρέφοντες, παρ' ἑαυτοῖς ἐξετάζοντες, λογιζόμενοι, ζητοῦντες ἀκριβῶς, ὡς βούλεσθε βασανίζοντες. Καλῶς εἶπε, Τὴν ἔκβασιν τῆς ἀναστροφῆς· τουτέστι, τὴν μέχρι τέλους πολιτείαν· ὅτι τέλος ἔσχε χρηστὸν αὐτῶν ἡ ἀναστροφή. Ἰησοῦς, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὃ λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε ὅτι τότε ἐθαυματούργησε, νῦν δὲ οὐ θαυματουργεῖ· ὁ αὐτός ἐστι, καὶ ἐπεὶ ὁ αὐτός ἐστιν, οὐκ ἔστιν ὅτε μὴ δύναται τὰ αὐτὰ ἐνεργεῖν. Τάχα πρὸς τοῦτο ἀφορῶν εἶπε, Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. —Ξέναις, τουτέστι, Παρ' ἃς ἠκούσατε παρ' ἡμῶν· Ποικίλαις, παντοδαπαῖς· αἱ τοιαῦται γὰρ οὐδὲν βέβαιον ἔχουσιν, ἀλλ' εἰσὶ διάφοροι, μάλιστα δὲ τὸ τῶν βρωμάτων διάφορον· διὸ καὶ πρὸς τοῦτο ἱστάμενος ἐπάγει, Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν. Αἱ ποικίλαι αὗται, αἱ ξέναι αὗται. Ἐνταῦθα εἰς παρατήρησιν βρωμάτων αὐτοὺς κωμῳδεῖ· δείκνυσι γὰρ ὅτι ἀπὸ τῆς τῶν βρωμάτων παρατηρήσεως εἰς τὸ ἑτεροδιδασκαλεῖν ἐξέπεσον, καὶ ἀπὸ τούτων πρὸς τὰς ποικίλας καὶ ξένας διδαχὰς ἐξηνέχθησαν. Καὶ ὅρα αὐτὸν οὐ τολμῶντα φανερῶς εἰπεῖν τοῦτο, ἀλλ' ὡς ἐν αἰνίγματι· τῷ γὰρ εἰπεῖν, Ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθε, καὶ, Καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασι, μονονουχὶ τὸ τοῦ Χριστοῦ λέγει, ἐν οἷς ἔλεγεν· Οὐ τὸ εἰσερχό μενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον. Καὶ δείκνυσιν ὅτι τὸ πᾶν πίστις ἐστίν· ἂν αὕτη βεβαιώσῃ, ἡ καρδία ἐν ἀσφαλείᾳ ἕστηκεν. Ἄρα πίστις βεβαιοῖ· οὐκοῦν λογισμοὶ σαλεύουσιν· ἐναντίον γὰρ ἡ πίστις λογισμῷ. Ἐν οἷς οὐκ ὠφελήθησαν, φησὶν, οἱ περιπατήσαντες. Τί γὰρ τὸ κέρδος, φησὶν, ἀπὸ τῆς παρατηρήσεως, εἰπέ μοι; οὐχὶ ἀπόλλυσι μᾶλλον; οὐχὶ ὑπὸ ἁμαρτίαν ἐργάζεται τὸν τοιοῦτον; Εἰ δεῖ παρατηρεῖν, ἔστι παρατηρεῖσθαι ὅθεν ὠφέλεια τοῖς παρατηροῦσιν ἔσται. Καλὴ παρατήρησις κακίας ἀποφυγὴ, καρδίας εὐθύτης, εὐσέβεια εἰς Θεὸν, πίστις ὀρθή. Ἐν οἷς, φησὶν, οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες· τουτέστιν, οἱ διαπαντὸς φυλάξαντες αὐτά. Μία ἐστὶ παρατήρησις τὸ ἁμαρτίας ἀπέχεσθαι. Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες μιαροὶ, ὡς μὴ δύνασθαι μετέχειν τῶν θυσιῶν; Ὥστε οὐδὲν αὐτοὺς ἔσωζε, καίτοι σπουδὴν ἐποιοῦντο περὶ τὰς παρατηρήσεις, ἀλλ', ἐπειδὴ πίστιν οὐκ εἶχον, οὐδὲν ὠφελήθησαν οὐδὲ οὕτως. Εἶτα ἀναιρεῖ ἀπὸ τοῦ τύπου τὴν θυσίαν, καὶ ἐπὶ τὸ πρωτότυπον ἄγει τὸν λόγον, λέγων, ὅτι Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ἄρα τύπος ἐκεῖνα τούτων ἦν, καὶ οὕτω τὰ πάντα ἐπλήρωσεν ὁ Χριστὸς ἔξω παθών. Ἐνταῦθα καὶ τὸ ἑκοντὶ πεπονθέναι δηλοῖ· δείκνυσι γὰρ, ὅτι οὐδὲ ἐκεῖνα ἁπλῶς, ἀλλὰ τύπος τις ἦν, καὶ αὐτὴ ἡ οἰκονομία οὐκ ἔξω τοῦ πάθους ἦν, ἀλλ' εἰς τὸν οὐρανὸν τὸ αἷμα ἀνηνέχθη.