Ancient Greek
Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-5
Not analysed yet
Καὶ καλῶς συνεπέρανε τὸν λόγον. Οὐ γὰρ εἶπε, κατάπαυσις, ἀλλὰ, Σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. Ὥσπερ γὰρ ἐν τῷ Σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον· οὕτω καὶ τότε. Ἀλλ' αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Ὥσπερ ὁ Θεὸς κατέπαυσε, φησὶν, ἀπὸ τῶν ἔργων αὑτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται· εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Τὸ δὲ, Σήμερον, εἶπεν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς. Παρακαλεῖτε, φησὶν, ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Τουτέστι, κἄν τις ἡμαρτηκὼς ᾖ, ἕως ἂν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, ἕως ἂν ζῇ. Μάλιστα μὲν οὖν, φησὶ, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω, ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως μὲν γάρ ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. Ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει, ἀλλὰ καὶ τοὺς γογγυσμούς. Ὧν τὰ κῶλα, φησὶν, ἔπεσεν ἐν τῇ ἐρήμῳ. Εἶτα, ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν εἰπών· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς γεέννης διαλέγεται, καὶ περὶ τῆς κολάσεως. Εἰς τὰ κρυπτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν. Οὐ κῶλά ἐστι πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι, καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν, καὶ γεέννῃ παραδοθῆναι αἰωνίῳ, καὶ κολάσει ἀθανάτῳ καὶ τιμωρίᾳ. Ἀλλὰ παρακαλεῖτε ἑαυτούς. Ὅρα τὸ ἥμερον καὶ προσηνές· οὐκ εἶπεν, ἐπιτιμᾶτε, ἀλλὰ, Παρακαλεῖτε. Οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. Τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησί· Νουθετεῖτε τοὺς ἀτάκτους. Περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί ἐστι, Παρακαλεῖτε; Ἀντὶ τοῦ, μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε· τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις, φησὶν, ἀπάτῃ τῆς ἁμαρτίας. Ἢ τὴν ἀπάτην τοῦ διαβόλου φησίν· ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾷν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως, ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἢ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τί ἐστι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστίν. Εἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι, λέγων, Μέτοχοι γεγόναμεν τοῦ Χριστοῦ· μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων ἡμᾶς καταξιώσας, ὥστε ἑαυτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. Ἐννοήσωμεν, φησὶ, τίνων κατηξιώθημεν· ἡμεῖς καὶ ὁ Χριστὸς ἕν ἐσμεν. Μὴ τοίνυν ἀπιστῶμεν αὐτῷ. Καὶ πάλιν ἐκεῖνο αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· τοῦτο γάρ ἐστι, Μέτοχοι γεγόναμεν, τῶν αὐτῶν μετέχομεν ὧν καὶ ὁ Χριστός. Προετρέψατο ἀπὸ τῶν χρηστῶν· Μέτοχοι γάρ ἐσμεν, φησὶ, τοῦ Χριστοῦ. Εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν· Φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· ἐκεῖνο γὰρ δῆλον καὶ ὡμολογημένον ἐστίν. Ἐδοκίμασάν με, φησὶ, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, ἀλλ', ἄν τε προϊστᾶται, ἄν τε μὴ, πιστεύειν αὐτῷ; ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. Ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν, ἢ τῆς δυνάμεως, ἢ τῆς προνοίας, ἣ τῆς κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει οὔτε δυνατὸν αὐτὸν εἶναι, οὔτε φιλάνθρωπον. Τοῦτο καὶ πρὸς τούτους γράφων αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. Ὁρᾷς ὅτι ἀπὸ ἀπιστίας πανταχοῦ ὁ παροξυσμὸς καὶ ὁ παροργισμός; Τί οὖν φησιν; Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. Ὤμοσε, φησὶ, τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον. Εἶτα μετ' ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις, φησί· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες ὑμῶν. Δηλονότι ἔστιν ἄλλη κατάπαυσις· περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔνι εἰπεῖν· εἶχον γὰρ αὐτήν· περὶ δὲ τῆς ἑβδόμης οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ δήπου περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. Ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν.