Ancient Greek
Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-6
Not analysed yet
Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἔνθα οὐδὲ φροντίδες, οὔτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ ἀκοῦσαι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· οὐδὲ ἀκάνθας, οὐδὲ τριβόλους ἀνατελεῖ σοι· Οὐκέτι ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξεις τέκνα, οὐδὲ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη ἐκεῖ, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης, εὐθύτης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα ἄνεσις· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς ἂν ᾖ δυνατὸν, πειράσομαι ὑμῖν δοῦναί τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γιγνόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς. Εἶτα τὸν μετ' ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον· ἔπειτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία, καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν; Εἰ συνέβη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι, ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τι ἔσται καὶ τότε· μᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι παιδίον βασιλικὸν, ὅπερ ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται, εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγείη θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τὴν τρίτην· χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ· ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινόμεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβαίη μέσον ἰδεῖν τρέχοντα, ἢ καὶ ἵππον ἐλαύνοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς, φησὶν, εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος ὀφθαλμὸς οὐ δύναται ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων· τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, καὶ πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὐκοῦν οὐδὲν ἐλεεινότερον τῶν ἀποτυγχανόντων, οὔτε μακαριώτερον τῶν ἐπιτυγχανόντων· γένοιτο δὲ καὶ ἡμᾶς τῶν μακαρίων γενέσθαι, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.