Ancient Greek
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-13
Not analysed yet
Ὅσοι τοίνυν κατηξιώθημεν τῆς σφραγῖδος, ὅσοι τῆς θυσίας ἀπηλαύσαμεν, ὅσοι τῆς ἀθανάτου τραπέζης μετέσχομεν, μένωμεν φυλάττοντες τὴν εὐγένειαν καὶ τὴν τιμήν· οὐ γὰρ ἀκίνδυνος ἡ ἀπόπτωσις. Ὅσοι δὲ μηδέπω κατηξιώθησαν τούτων, μηδὲ οὗτοι διὰ τοῦτο θαῤῥείτωσαν· ὅταν γάρ τις διὰ τοῦτο ἁμαρτάνῃ, ἵνα τὸ ἅγιον βάπτισμα πρὸς ἐσχάταις λάβῃ ταῖς ἀναπνοαῖς, πολλάκις οὐκ ἐπιτεύξεται. Καὶ, πιστεύσατέ μοι, οὐ φοβῶν ὑμᾶς λέγω, ὃ μέλλω λέγειν· πολλοὺς οἶδα τοῦτο παθόντας ἐγὼ, οἳ προσδοκίᾳ μὲν τοῦ φωτίσματος πολλὰ ἡμάρτανον, πρὸς δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς ἀπῆλθον κενοί. Ὁ γὰρ Θεὸς διὰ τοῦτο τὸ βάπτισμα ἔδωκεν, ἵνα λύσῃ τὰς ἁμαρτίας, οὐχ ἵνα αὐξήσῃ τὰς ἁμαρτίας· εἰ δέ τις τούτῳ κεχρημένος εἴη πρὸς ἄδειαν τοῦ πλείονα ἁμαρτάνειν, ῥᾳθυμίας λοιπὸν τοῦτο γίνεται αἴτιον. Εἰ γὰρ μὴ λουτρὸν ἦν, ἀσφαλέστερον ἔζων ἂν, ὡς οὐκ ἔχοντες ἄφεσιν. Ὁρᾷς ὅτι τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ἡμεῖς ἐσμεν οἱ ποιοῦντες λέγεσθαι; Διὸ, παρακαλῶ, καὶ ὑμεῖς οἱ ἀμύητοι νήφετε· μηδεὶς ὡς μισθωτὸς, μηδεὶς ὡς ἀγνώμων, οὕτω μετιέτω τὴν ἀρετὴν, μηδεὶς ὡς βαρὺ καὶ φορτικόν. Μετὰ προθυμίας τοίνυν ταύτην μετέλθωμεν καὶ χαίροντες. Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, οὐκ ἐχρῆν εἶναι ἀγαθόν; ἀλλ' ὅμως κἂν μετὰ μισθοῦ γενώμεθα ἀγαθοί. Πῶς γὰρ οὐκ αἰσχύνη τοῦτο, καὶ μεγίστη κατάγνωσις; Ἐὰν μὴ δῷς μοι μισθὸν, φησὶν, οὐ γίνομαι σώφρων. Οὐκοῦν τολμῶ τι εἰπεῖν; οὐδέποτε ἔσῃ σώφρων, οὐδὲ ὅταν σωφρονῇς, εἴ γε μισθῷ αὐτὸ ποιεῖς· οὐδὲν γὰρ ἡγῇ τὴν ἀρετὴν, εἴ γε μὴ ἐρᾷς αὐτῆς. Ἀλλ' ὁ Θεὸς διὰ τὴν πολλὴν ἡμῶν ἀσθένειαν τέως κἂν μισθοῦ ἠθέλησεν αὐτὴν γενέσθαι· ἡμεῖς δὲ οὐδὲ οὕτω μέτιμεν αὐτήν. Θῶμεν δὲ, εἰ βούλεσθε, ὅτι ἄνθρωπός τις μυρία ἐργασάμενος κακὰ ἄπεισι, καὶ καταξιωθεὶς τοῦ βαπτίσματος (ὅπερ οὐ ταχέως οἶμαι συμβαίνειν), πῶς ἀπελεύσεται ἐκεῖ, εἰπέ μοι; Ὑπὲρ μὲν τῶν εἰργασμένων οὐκ ἐγκαλούμενος, ἀπαῤῥησίαστος δὲ ὢν, εἰκότως. Ὅταν γὰρ ἑκατὸν ἔτη βιώσας, μηδὲν ἀγαθὸν ἔργον ἐπιδείξηται, ἀλλὰ μόνον, ὅτι οὐχ ἥμαρτε, μᾶλλον δὲ μηδὲ τοῦτο, ἀλλ' ὅτι χάριτι μόνῃ διεσώθη, ἑτέρους δὲ ἐστεφανωμένους λαμπροὺς καὶ εὐδοκίμους ἴδῃ· κἂν εἰς γέενναν μὴ ἐμπέσῃ, ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος τὸ πρᾶγμα ποιήσω φανερώτερον, ἔστωσαν δύο στρατιῶται, καὶ ὁ μὲν κλεπτέτω, ἀδικείτω, πλεονεκτείτω· ὁ δὲ μηδὲν τούτων ἐργαζέσθω, ἀλλὰ ἀνδραγαθείτω, μεγάλα κατορθούτω, ἐν πολέμοις τρόπαια ἱστάτω, αἱματτέτω τὴν δεξιάν· εἶτα καιροῦ ἐπιστάντος, ὁ μὲν ἀπὸ τῆς ἀξίας ἐκείνης, ἐν ᾗ καὶ ὁ κλέπτης ἦν, ἀθρόον ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τὴν ἁλουργίδα ἀγέσθω· ἐκεῖνος δὲ ὁ κλέπτης ἐκεῖ μενέτω, ἔνθα ἦν, ἀπὸ δὲ τῆς φιλανθρωπίας μόνον τῆς βασιλικῆς μὴ διδότω δίκην ὧν ἔδρασεν, ἐν μέντοι τῷ ἐσχάτῳ τόπῳ ἔστω, καὶ ὑπὸ τῷ βασιλεῖ ταττέσθω· ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως; κἂν γὰρ ἀφῇ ὁ βασιλεὺς, καὶ ἐγκλημάτων ἀπαλλάξῃ, ἀλλ' ὅμως αἰσχυνόμενος βιώσεται· οὐ γὰρ δὴ καὶ ἄλλοι αὐτὸν θαυμάσονται. Ἐν γὰρ ταῖς τοιαύταις συγχωρήσεσιν οὐ τοὺς λαμβάνοντας τὰ δῶρα, ἀλλὰ τοὺς διδόντας θαυμάζομεν· καὶ ὅσῳ ἂν μείζονα δῶσι δῶρα, τοσούτῳ μᾶλλον καταισχύνονται οἱ λαμβάνοντες, ὅταν μεγάλα ᾖ αὐτοῖς τὰ ἡμαρτημένα. Ποίοις οὖν ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται ὁ τοιοῦτος τοῖς ἐν τοῖς βασιλείοις οὖσιν, ἐκείνων μυρίους ἱδρῶτας καὶ τραύματα ἐπιδεικνυμένων, αὐτὸς οὐδὲν ἔχων ἐπιδεῖξαι, ἀλλὰ καὶ αὐτὸ τὸ σωθῆναι ἀπὸ μόνης τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔχων; Ὥσπερ γὰρ εἴ τις ἀνδροφόνον, κλέπτην, μοιχὸν μέλλοντα ἀπάγεσθαι ἐξαιτήσαιτο, καὶ κελεύσειεν εἶναι παρὰ τὰ πρόθυρα τῶν βασιλείων, οὐδενὶ δυνήσεται ἀντιβλέψαι ἐκεῖνος λοιπὸν, εἰ καὶ τῆς τιμωρίας ἀπήλλακται· οὕτω δὴ καὶ οὗτος.