Ancient Greek
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 5.1-5
Not analysed yet
Μὴ γὰρ δὴ, ἐπειδὴ βασίλεια λέγεται, νομίσητε πάντας τῶν αὐτῶν τυγχάνειν. Εἰ γὰρ ἐνταῦθα καὶ ὁ ὕπαρχος, καὶ πάντες οἱ περὶ τὸν βασιλέα, καὶ οἱ σφόδρα καταδεέστεροι καὶ τὸν τῶν λεγομένων δεκανῶν τόπον ἐπέχοντες, ἐν τοῖς βασιλείοις εἰσὶ, καίτοι τοσούτου ὄντος τοῦ μέσου τοῦ ὑπάρχου καὶ τοῦ δεκανοῦ· πολλῷ μᾶλλον ἐν τοῖς ἄνω βασιλείοις τοῦτο ἔσται. Καὶ τοῦτο οὐκ ἀπ' ἐμαυτοῦ λέγω· καὶ γὰρ ἑτέραν τούτων μείζονα τίθησι διαφορὰν ὁ Παῦλος. Ὅσαι γὰρ διαφοραὶ, φησὶν, ἀπὸ ἡλίου ἕως σελήνης, καὶ ἀστέρων καὶ τοῦ μικροτάτου ἀστέρος, τοσαῦται καὶ τῶν ἐν τῇ βασιλείᾳ. Καὶ ὅτι πολλῷ πλέον τοῦ δεκανοῦ λεγομένου καὶ τοῦ ὑπάρχου, τοῦ ἡλίου καὶ τοῦ μικροτάτου ἀστέρος τὸ διάφορον, δῆλον ἅπασιν. Ὁ μὲν γὰρ ἥλιος πᾶσαν ὁμοῦ καταλάμπει τὴν οἰκουμένην καὶ φαιδρὰν ποιεῖ, καὶ σελήνην καὶ ἀστέρας ἀποκρύπτει· ὁ δὲ πολλάκις οὐδὲ φαίνεται, καὶ ταῦτα ἐν σκότῳ· πολλοὶ γάρ εἰσι τῶν ἀστέρων, οὓς οὐχ ὁρῶμεν. Ὅταν οὖν ἑτέρους ὁρῶμεν ἡλίους γινομένους, ἡμεῖς δὲ τῶν ἀστέρων τῶν σμικροτάτων τὴν τάξιν ἔχωμεν τῶν οὐδὲ φαινομένων, τίς ἔσται ἡμῖν παραμυθία; Μὴ, παρακαλῶ, μὴ οὕτω νωθεῖς ὦμεν, μὴ οὕτως ἀργοὶ, μὴ πραγματευώμεθα τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν εἰς ῥᾳθυμίαν, ἀλλ' ἐμπορευώμεθα αὐτὴν, καὶ πληθύνωμεν. Κἂν γὰρ κατηχούμενός τις ᾖ, ἀλλὰ τὸν Χριστὸν οἶδεν, ἀλλὰ τὴν πίστιν ἔγνω, ἀλλὰ τῶν θείων ἐπακούει λόγων, ἀλλ' οὐ πόῤῥω ἐστὶ τῆς θείας γνώσεως, οἶδε τὸ θέλημα τοῦ Δεσπότου αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἀναβάλλεται; τίνος ἕνεκεν μέλλει καὶ ὑπερτίθεται; Οὐδὲν βίου κρεῖττον καλοῦ, καὶ ἐνταῦθα κἀκεῖ, καὶ ἐπὶ φωτιζομένων καὶ ἐπὶ κατηχουμένων. Τί γὰρ, εἰπέ μοι, φορτικὸν ἐπιτετάγμεθα; Ἔχε, φησὶ, γυναῖκα, καὶ σωφρόνει. Τοῦτο φορτικὸν, εἰπέ μοι; καὶ πῶς, ὅπου γε πολλοὶ καὶ χωρὶς γυναικὸς σωφρονοῦσιν, οὐ Χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἕλληνες; Ὃ ὑπερβαίνει τοίνυν ὁ Ἕλλην διὰ κενοδοξίαν, σὺ οὐδὲ τοῦτο τηρεῖς διὰ τὸν φόβον τοῦ Θεοῦ; Δίδου, φησὶ, πένησιν ἐκ τῶν ὄντων. Τοῦτο φορτικόν; Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡμῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν μόνην. Μὴ αἰσχρολόγει. Τοῦτο δύσκολον; εἰ γὰρ μὴ ἐπετέτακτο, οὐκ ἔδει αὐτὸ κατορθοῦν, ἵνα μὴ ἄτιμοι φαινώμεθα; ὅτι γὰρ τὸ ἐναντίον δύσκολον, τὸ αἰσχρολογεῖν λέγω, δῆλον ἐξ ὧν αἰδεῖται ἡ ψυχὴ καὶ ἐρυθριᾷ, ἐάν τι τοιοῦτον εἰπεῖν προαχθῇ, καὶ οὐδὲ ἐρεῖ, ἐὰν μὴ τάχα μεθύῃ. Διὰ τί γὰρ ἐπ' ἀγορᾶς καθήμενος, κἂν ἐπὶ οἰκίας τοῦτο ποιῇς, ἐκεῖ οὐ ποιεῖς; ἆρα οὐχὶ διὰ τοὺς παρόντας; διὰ τί ἐπὶ τῆς γυναικός σου ταχέως τὸ αὐτὸ μὴ ποιεῖς; ἆρα οὐχ ἵνα μὴ αὐτὴν ὑβρίσῃς; Ἵνα μὴ ὑβρίσῃς τοίνυν τὴν γυναῖκά σου, οὐ ποιεῖς· τὸν δὲ Θεὸν ὑβρίζων οὐκ ἐρυθριᾷς; πανταχοῦ γὰρ πάρεστι, καὶ πάντα ἀκούει. Μὴ μέθυε, φησί· καλῶς. Τοῦτο γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ οὐ κόλασις; Οὐκ εἶπε, Κατάτεινον τὸ σῶμα, ἀλλὰ τί; Μὴ μέθυε· τουτέστι, μὴ οὕτως αὐτὸ ἐκτραχηλίσῃς, ὡς τῆς ψυχῆς ἀφελέσθαι τὴν ἀρχήν. Τί οὖν; οὐ χρὴ προνοεῖσθαι τοῦ σώματος; Μὴ γένοιτο· οὐ τοῦτο λέγω, ἀλλ' εἰς ἐπιθυμίας αὐτοῦ μὴ προνόει· οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσε λέγων· Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Μὴ ἅρπαζε, φησὶ, τὰ μὴ σὰ, μὴ πλεονέκτει, μὴ ἐπιόρκει. Ποίων πόνων ταῦτα δεῖται; ποίων ἱδρώτων; Μὴ κακηγόρει, φησὶ, μηδὲ συκοφάντει. Ποῖον ἔχει τοῦτο πόνον; Τοὐναντίον μὲν οὖν πόνος. Ὅταν μὲν γὰρ εἴπῃς κακῶς, εὐθέως ἐν κινδύνῳ εἶ, ἐν ὑποψίᾳ, Μὴ ἤκουσε περὶ οὗ εἶπον, ἄν τε μέγας ᾖ, ἄν τε μικρός· ἂν μὲν γὰρ μέγας ᾖ, ἐν ἔργοις κινδυνεύσεις εὐθέως· ἂν δὲ μικρὸς, τοῖς ἴσοις σε ἀμυνεῖται, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέροις· μειζόνως γάρ σε ἐρεῖ κακῶς. Οὐδὲν δύσκολον, οὐδὲν φορτικὸν ἐπιτετάγμεθα, ἂν βουλώμεθα· ἂν δὲ μὴ βουλώμεθα, καὶ τὰ ῥᾷστα φορτικὰ ἡμῖν φανεῖται. Τί τοῦ φαγεῖν ῥᾷον; ἀλλ' ὑπὸ πολλῆς βλακείας πολλοὶ καὶ πρὸς τοῦτο δυσχεραίνουσι· πολλῶν δὲ ἀκούω λεγόντων, ὅτι καὶ τὸ φαγεῖν κάματος. Οὐδὲν τούτων ἔχει κάματον, ἂν θέλῃς· ἐν γὰρ τῷ θέλειν πάντα κεῖται, μετὰ τὴν ἄνωθεν χάριν. Θελήσωμεν οὖν τὰ ἀγαθὰ, ἵνα καὶ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ.