Ancient Greek
Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-21
Not analysed yet
Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι τὴν λαμπρότητα; Τάχα τις ὑμῶν ἕκαστος ἐβούλετο εἶναι τοιοῦτος, ὥστε δύνασθαι ἐπιτάττειν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν; Διὰ τί γὰρ μὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ; Τουτέστι, Μείζονα τὴν ἡμέραν ἐργασάσθω. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυμαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, μήπω περιελθόντα τὸν δρόμον. Ἀλλὰ τούτων ἡμεῖς μείζονα ἐπιτευξόμεθα, ἐὰν ἐθέλωμεν. Τίνα γὰρ ἡμῖν ἐπηγγείλατο ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισμὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόμεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί μοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυμάτων τούτων, αὐτοῦ τοῦ Δεσπότου πάντων παρ' ἐμοὶ καταγομένου καὶ ἐνιδρυμένου· οὐ δεῖ μοι τούτου. Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόμενον καθεύδειν, καὶ ἐν ἡμέρᾳ μὴ εὐχόμενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταμένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι μετὰ τρόμου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασμώμενος καὶ κνώμενος. Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας. Καὶ ἵνα μάθῃς αὐτῆς τὴν ἰσχὺν, σκόπει ἐντεῦθεν· Ἀναισχυντίας καὶ ἀδικίας καὶ ὠμότητος καὶ ἰταμότητος ἐκράτησεν ἡ συνεχὴς ἔντευξις· Ἀκούσατε γὰρ, φησὶ, τί ὁ κριτὴς λέγει τῆς ἀδικίας. Καὶ ὄκνου πάλιν ἐκράτησε· καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής· Καὶ εἰ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι, φησὶ, δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ. Καὶ ἀναξίαν οὖσαν ἀξίαν ἐποίησεν ἡ συνεχὴς προσεδρεία· Οὐκ ἔστι, φησι, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ, Ναὶ, φησὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.