Ancient Greek
Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 5.1-8
Not analysed yet
Προσέχωμεν τοίνυν τῇ εὐχῇ· μέγα ὅπλον ἐστὶν ἐὰν μετὰ ἐκτενείας γίνηται, ἐὰν χωρὶς κενοδοξίας, ἐὰν μετὰ ψυχῆς εἰλικρινοῦς. Αὕτη πολεμίους ἐτροπώσατο, αὕτη ἔθνος ὁλόκληρον καὶ ἀνάξιον εὐηργέτησεν. Ἤκουσα, φησὶ, τοῦ στεναγμοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς· αὕτη φάρμακόν ἐστι σωτήριον, καὶ κωλυτικὸν τῶν ἁμαρτημάτων, καὶ ἰατρεῖον τῶν πλημμελημάτων· ταύτῃ καὶ ἡ χήρα ἡ μεμονωμένη προσήδρευεν. Ἐὰν οὖν μετὰ ταπεινοφροσύνης εὐχώμεθα, ἐὰν τὸ στῆθος πλήττοντες ὡς ὁ τελώνης, ἐὰν ἐκεῖνα φθεγγώμεθα ἅπερ ἐκεῖνος, ἐὰν λέγωμεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, πάντων ἐπιτευξόμεθα. Εἰ γὰρ καὶ μὴ τελῶναί ἐσμεν, ἀλλ' ἕτερα ἔχομεν ἐκείνου οὐχ ἥττονα ἁμαρτήματα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἐν μικρῷ τινι διήμαρτες· τὴν γὰρ αὐτὴν ἔχει τὸ πρᾶγμα φύσιν. Καθάπερ γὰρ ὁμοίως ἀνδροφόνος λέγεται, ὅ τε παῖδα ἀνελὼν, ὅ τε ἄνδρα· οὕτω καὶ πλεονέκτης, καὶ ὁ πολλὰ καὶ ὁ μικρὰ πλεονεκτῶν. Καὶ ἡ μνησικακία δὲ οὐ μικρὸν, ἀλλὰ καὶ μέγα ἁμάρτημα· Μνησικάκων γὰρ, φησὶν, ὁδοὶ εἰς θάνατον· καί· Ὁ ὀργιζόμενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ· καὶ ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν καὶ ἀνόητον, καὶ ὅσα τοιαῦτα. Μεταλαμβάνομεν δὲ καὶ τῶν φρικτῶν μυστηρίων ἀναξίως, καὶ φθονοῦμεν καὶ λοιδοροῦμεν· τινὲς δὲ ἡμῶν καὶ ἐμεθύσθησαν πολλάκις. Τούτων δὲ ἕκαστον καὶ αὐτὸ καθ' ἑαυτὸ ἱκανὸν ἐκβαλεῖν τῆς βασιλείας· ὅταν δὲ καὶ ὁμοῦ συμφέρηται, τίνα ἕξομεν ἀπολογίαν; Πολλῆς ἡμῖν δεῖ τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Εἴπωμεν οὖν καὶ ἡμεῖς· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· μᾶλλον δὲ μὴ εἴπωμεν μόνον, ἀλλὰ καὶ οὕτω φρονῶμεν· κἂν ἕτερός τις ἡμᾶς ἐγκαλέσῃ, μὴ ὀργιζώμεθα. Ἤκουσεν ἐκεῖνος, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, καὶ οὐ παρωξύνθη, ἀλλὰ κατενύγη· ἐδέξατο τὸ νῖκος, καὶ ἀπέθετο τὸ ὄνειδος. Εἶπεν ἐκεῖνος τὸ τραῦμα, ἐζήτησεν οὗτος τὸ φάρμακον. Λέγωμεν τοίνυν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· πλὴν κἂν ἕτερος εἴπῃ, μὴ ἀγανακτῶμεν. Ἐὰν δὲ αὐτοὶ μὲν λέγωμεν μυρία ἑαυτοὺς κακὰ, παρ' ἑτέρων δὲ ἀκούοντες δυσχεραίνωμεν, οὐκέτι τοῦτο ταπεινοφροσύνη ἐστὶν οὐδὲ ἐξομολόγησις, ἀλλ' ἐπίδειξις καὶ κενοδοξία. Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁμαρτωλὸν καλεῖν; Ναί· ταπεινοφροσύνης γὰρ λαμβάνομεν δόξαν, θαυμαζόμεθα, ἐγκωμιαζόμεθα· ἐὰν δὲ τοὐναντίον εἴπωμεν ἑαυτοὺς, καταφρονούμεθα. Ὥστε καὶ τοῦτο δόξης ἕνεκεν ποιοῦμεν. Τί δέ ἐστι ταπεινοφροσύνη; Τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κακηγορίας. Καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη, ἀλλ' εὐγνωμοσύνης. Νῦν δὲ ἑαυτοὺς μὲν λέγομεν ἁμαρτωλοὺς, ἀναξίους, μυρία ὅσα· ἂν δὲ ἕτερός τις ἡμῖν ἓν τούτων προσενέγκῃ, χαλεπαίνομεν, ἀγριαινόμεθα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ἐξομολόγησις, οὐδὲ εὐγνωμοσύνη; Εἶπες σαυτὸν εἶναι τοιοῦτον· μὴ ἀγανάκτει καὶ παρ' ἑτέρων ἀκούων, καὶ ἐλεγχόμενος· οὕτω σοι τὰ ἁμαρτήματα κουφίζεται, ὅταν ἕτεροι ὀνειδίζωσιν· ἑαυτοῖς μὲν γὰρ βάρος ἐπιτιθέασι, σὲ δὲ εἰς φιλοσοφίαν ἐνάγουσιν. Ἄκουε τί φησιν ὁ μακάριος Δαυῒδ, ἡνίκα κατηρᾶτο αὐτῷ ὁ Σεμεεί. Ἄφες αὐτὸν, φησίν· ὁ Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου· καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Σὺ δὲ περὶ σαυτοῦ λέγων καὶ ὑπερβολὴν κακῶν, ἐὰν μὴ τὰ τῶν μεγάλων δικαίων ἐγκώμια παρ' ἑτέρων ἀκούῃς, ἀγριαίνεις. Ὁρᾷς ὅτι παίζεις ἐν οὐ παικτοῖς πράγμασι; καὶ γὰρ τοὺς ἐπαίνους ἐπαίνων ἑτέρων ἐπιθυμίᾳ διακρουόμεθα, ἵνα μειζόνων πάλιν τύχωμεν ἐγκωμίων, ἵνα μᾶλλον θαυμασθῶμεν. Ὥστε, οὐ προσιέμενοι τὰ ἐγκώμια, ἵνα αὐξήσωμεν αὐτὰ, τοῦτο ποιοῦμεν· καὶ πάντα πρὸς δόξαν ἡμῖν γίνεται, οὐ πρὸς ἀλήθειαν. Διὰ τοῦτο πάντα κενὰ, πάντα ἄπορα. Διὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς μητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.