Ancient Greek · ~17 min
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philemonem (homiliae 1-3) 1.1-2
Not analysed yet
Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας, καὶ ἐπαινέσας ἐπὶ τοῖς κατορθώμασι, καὶ τῆς αὑτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν τὸ διαπαντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν, ὅτι πολλοὶ ἀναπαύονται πρὸς αὐτὸν, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται· τότε καὶ αὐτὴν τελευταῖον τίθησι, μάλιστα αὐτὸν δυσωπῶν τούτῳ. Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέονται, πολλῷ μᾶλλον Παῦλος· εἰ πρὸ τῶν ἄλλων ἐλθὼν ἄξιος ἦν τυχεῖν, πολλῷ μᾶλλον μετὰ τοὺς ἄλλους, καὶ πρᾶγμα αἰτῶν οὐκ εἰς αὐτὸν ἀνῆκον, ἀλλ' ὑπὲρ ἑτέρου. Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς· πρῶτον μὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιμασθῆναι αὐτῷ. Ἀκούων σου, φησὶ, τὴν ἀγάπην. Θαυμαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ μεῖζον. Δῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέγονε, καὶ μέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ μέσον ἦν Ῥώμης καὶ Φρυγίας· ἐκεῖ γάρ μοι δοκεῖ εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυγίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς Φρυγίας πόλις ἐστίν. Εὔχομαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆσαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ μείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλθῃς, Ἵνα μηδὲν ἐλλειφθῇ. Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ', Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν. Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν. Χαρὰν γὰρ ἔχομεν καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ, ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ᾖ. Καὶ οὐκ εἶπεν, Εἰ τοῖς ἄλλοις ποιεῖς, πολλῷ μᾶλλον ἐμοί. Ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, ἑτέρως δὲ αὐτὸ μεθώδευσε προσηνέστερον. Χαρὰν ἔχομεν· τουτέστι, Σύ μοι παῤῥησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γενομένων. Καὶ παράκλησιν. Τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι. Εἰ τοίνυν τὴν συμφωνίαν τοσαύτην δεῖ εἶναι, ὡς ἐπὶ ταῖς ἑτέρων ἀναπαύσεσι τοὺς ἄλλους ἐν θλίψεσιν ὄντας, κἂν μὴ τύχωσί τινος, εὐφραίνεσθαι δι' ἐκείνους, ὡς ἑνὸς σώματος εὐεργετηθέντος, πολλῷ μᾶλλον εἰ καὶ ἡμᾶς ἀναπαύσεις. Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου. Οὕτως ἡ ἀγάπη, ἡ φιλοστοργία δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ' αὐτῶν. Διὸ πολλὴν παῤῥησίαν ἔχων ἐν Χριστῷ ἐπιτάσσειν σοι τὸ ἀνῆκον. Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξῃ τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν. Διὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόμενον μᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ' ὅμως ἐκ περιουσίας πολλὴν τίθεται τὴν διόρθωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ μέγαν δεικνύντος ἦν τὸν Φιλήμονα· τουτέστι, Παῤῥησίαν ἡμῖν ἔδωκας σύ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ, Ἐν Χριστῷ, ἐπαγαγὼν, ὅπερ δηλοῦντός ἐστιν, ὅτι οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερον, οὐδὲ ὡς δυνατώτερον, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστόν· καὶ τότε ἔθηκε τὸ, Ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Τὸ ἀνῆκον, τουτέστιν, εὔλογον πρᾶγμα. Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει. Τοὺς ἄλλους εὖ ποιεῖς. φησί· καὶ ἐμὲ, καὶ διὰ τὸν Χριστὸν, καὶ ὅτι τὸ πρᾶγμα εὔλογον, καὶ ὅτι ἡ ἀγάπη δίδωσι. Διὸ καὶ ἐπάγει· Διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ὡσανεὶ εἶπεν, Οἶδα μὲν, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, ἀπὸ τῶν προλαβόντων· πλὴν ἀλλ' ἐπειδὴ πολλὴν ὑπὲρ τοῦ πράγματος ποιοῦμαι σπουδὴν, παρακαλῶ. Ἀμφότερα ἔδειξεν ὁμοῦ, ὅτι καὶ θαῤῥεῖ αὐτῷ (ἐπέταξε γὰρ), καὶ ὅτι σφόδρα τοῦ πράγματος ἀντιποιεῖται· διὸ παρακαλεῖ. Τοιοῦτος ὢν, φησὶν, ὡς Παῦλος πρεσβύτης.