Ancient Greek
Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philemonem (homiliae 1-3) 2.1-2
Not analysed yet
Βαβαὶ, πόσα δυσωπητικά. Παῦλος, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ Δέσμιος Ἰησοῦ Χριστοῦ. Τίς γὰρ οὐκ ἂν τὸν ἀθλητὴν, καὶ στεφανίτην ἐδέξατο ὑπτίαις χερσί; τίς ὁρῶν διὰ Χριστὸν δεδεμένον, οὐκ ἂν μυρία ἐχαρίσατο, Τοσούτοις δὴ προλεάνας αὐτοῦ τὴν ψυχὴν, οὐδὲ εὐθέως ἐνέβαλε τὸ ὄνομα, ἀλλὰ τοσαύτην ποιησάμενος αἴτησιν ἀναβάλλεται. Ἴστε γὰρ τοὺς θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται, κἂν χρηστοὺς ἔχωσι δεσπότας, πῶς αὔξεται ἡ ὀργή. Ταύτην οὖν πᾶσι τούτοις προελέανε· καὶ πρότερον πείσας πᾶν ὁτιοῦν ὑπουργῆσαι ἑτοίμως, καὶ παρασκευάσας αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι· Παρακαλῶ σε· καὶ μετὰ ἐγκωμίων· Περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Πάλιν οἱ δεσμοὶ δυσωπητικοί. Καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν. Οὐ γὰρ ἂν αὐτὸν, φησὶ, τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος. Ὅπερ Τιμόθεον ἐκάλεσα, τοῦτο καὶ τοῦτον. Καὶ πολλαχοῦ τὴν φιλοστοργίαν δεικνὺς, ἀπὸ τοῦ καιροῦ τῆς ὠδῖνος ἐντρέπει· Δέσμιος αὐτὸν ἐγέννησα, φησίν. Ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ τοῦ Χριστοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὅρα πόση ἡ σύνεσις, πῶς ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμόν. Οἶδα, φησὶν, ὅτι ἄχρηστος ἦν. Νῦν δὲ σοὶ καὶ ἐμοὶ χρήσιμος ἔσται. Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιμος ἔσται, ἵνα μὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες. Νῦν δὲ σοὶ, φησὶ, καὶ ἐμοὶ εὔχρηστον. Εἰ γὰρ Παύλῳ χρήσιμος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. Ὃν ἔπεμψα πρὸς σέ. Καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν. Μάλιστα γὰρ οἱ δεσπόται τότε ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται· ὥστε καὶ αὐτῷ τούτῳ μᾶλλον κατεπράϋνε. Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστιν. Εἶπε, Τέκνον· εἶπεν, Ἐγέννησα· ὥστε μάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασμοῖς αὐτὸν ἔτεκεν. Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία μάλιστα ἐκκαιόμεθα, δῆλον, ὅταν κινδύνους διαφύγωμεν, καὶ ἐν αὐτοῖς τέκωμεν· ὡς ὅταν λέγῃ ἡ Γραφὴ, Οὐαιβαροχαβήλ· καὶ πάλιν ὅταν καλῇ τὸν Βενιαμὶν ἡ Ῥαχὴλ, Υἱὸν, φησὶν, ὀδύνης μου. Σὺ δὲ αὐτὸν, φησὶ, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Δείκνυσιν αὐτοῦ τὴν ἀγάπην τὴν πολλήν. Οὐκ εἶπεν, Ἀπόδεξαι, οὐκ εἶπε, Μὴ ὀργισθῇς, ἀλλὰ, Προσλαβοῦ· τουτέστιν, οὐχὶ συγγνώμης μόνον, ἀλλὰ καὶ τιμῆς ἐστιν ἄξιος. Διὰ τί; Τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμήν; Καὶ ὅρα καὶ τοῦτο μεθ' ὅσης σοφίας· ὅρα κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ. Εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι' αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι τὸ αὑτοῦ μᾶλλον ἐσκόπησεν, ἢ τὸ τοῦ παιδὸς, ὅτι σφόδρα αὐτὸν αἰδεῖται. Χωρὶς δὲ τῆς σῆς γνώμης, φησὶν, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθὸν ᾖ σου, ἀλλὰ κατὰ ἑκούσιον. Τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ, πράγματος ὄντος χρησίμου, μετὰ τῆς ἐκείνου γνώμης τίκτηται. Δύο γὰρ ἀγαθὰ ἐντεῦθεν γίνεται, κἀκεῖνος κερδαίνει, καὶ οὗτος ἀσφαλέστερος καθίσταται. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ', Ὡς κατὰ ἀνάγκην. ᾜδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλὰ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ' ὅμως ἐκ πλείονος περιουσίας, ἵνα μὴ ὡς κατὰ ἀνάγκην. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, μηκέτι ὡς δοῦλον. Καλῶς τὸ, Τάχα, ἵνα εἴξῃ ὁ δεσπότης. Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα. Καὶ οὐκ εἶπε, Διὰ τοῦτο ἔφυγεν, ἀλλὰ, Διὰ τοῦτο ἐχωρίσθη, εὐφημοτέρῳ ὀνόματι μᾶλλον πραΰνων. Καὶ οὐκ εἶπεν, Ἐχώρισεν ἑαυτὸν, ἀλλ', Ἐχωρίσθη· οὐ γὰρ αὐτοῦ τὸ κατασκεύασμα τὸ ἐπὶ τούτῳ ἀναχωρῆσαι, οὐδὲ ἐπ' ἐκείνῳ. Ὅπερ καὶ Ἰωσὴφ ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν φησὶν, ὅτι Ὁ Θεὸς ἀπέστειλέ με ἐνταῦθα· τουτέστι, τῇ κακουργίᾳ αὐτῶν εἰς δέον ἐχρήσατο. Διὰ τοῦτο ἐχωρίσθη, φησὶ, πρὸς ὥραν. Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονομίαν. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· δοῦλον γὰρ μένοντα εὐνοϊκώτερον ἕξεις ἀδελφοῦ. Ὥστε καὶ τῷ χρόνῳ κεκέρδακας καὶ τῇ ποιότητι· λοιπὸν γὰρ οὐκ ἀποπηδήσει. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, ἀντὶ τοῦ, Ἀπολάβῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπόλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὑρήσεις εἰς τὸ διηνεκὲς, ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν. Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή. Εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ. Διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιμίαν.