Ancient Greek · ~21 min
Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philemonem (homiliae 1-3) 1.1-3
Not analysed yet
Οὐδὲν οὕτω πρᾶγμα παραινεῖν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα γὰρ μετὰ πόσα ἐγκώμια, μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον μου, ὅτι κοινωνὸς τοῦ εὐαγγελίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐμέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ μὴ αἰσχυνόμενος δοῦλος κληθῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁμολογῶν τοῦτο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ τὰ αὐτά μοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδίκημα· ὕστερον, μετὰ τὸ πολλὰ ὑπὲρ τούτου προειπεῖν. Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)· τότε τοῦτο τίθησι καί φησιν· Εἰ δέ τι ἠδίκησεν. Οὐκ εἶπεν· Εἴ τι ἔκλεψεν, ἀλλὰ τί; Εἴ τι ἠδίκησεν. Ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγησε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ' ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος. Τοῦτο ἐμοὶ ἐλλόγει, φησί· τουτέστι, Πρὸς ἐμὲ ἔχε τὴν ὀφειλὴν, ἐγὼ ἀποτίσω. Εἶτα καὶ μετὰ χάριτος τῆς πνευματικῆς· Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί· καὶ ἐντρεπτικῶς ἅμα καὶ χαριέντως, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον αὐτὸς παραιτήσεται προσλαβεῖν. Τοῦτο σφόδρα καὶ αὐτὸν ἐδυσώπησε, καὶ τῆς ἐνοχλήσεως ἀπήλλαξε τὸν Ὀνήσιμον. Καὶ τῇ ἐμῇ χειρὶ, φησὶν, ἔγραψα. Οὐδὲν τῶν σπλάγχνων θερμότερον τούτων, οὐδὲν σπουδαιότερον, οὐδὲν προθυμότερον. Ὑπὲρ ἑνὸς ἀνδρὸς ὅρα πόσην ποιεῖται πρόνοιαν. Ἵνα μὴ λέγω, φησὶ, σοὶ, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Εἶτα ἵνα μὴ δόξῃ εἶναι ὕβρις εἰς τὸν ἀξιούμενον, εἴ γε μὴ ἐθάῤῥησεν ὑπὲρ κλοπῆς ἀξιῶσαι καὶ τυχεῖν, καὶ τοῦτό πως παραμυθεῖται· Ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις· οὐ τὰ σαυτοῦ μόνον, ἀλλὰ καὶ σαυτόν. Καὶ τοῦτο ἀπὸ ἀγάπης καὶ κατὰ τὸν τῆς φιλίας λόγον, καὶ τοῦ σφόδρα θαῤῥεῖν ἦν. Ὅρα πῶς πανταχοῦ ἀμφοτέρων ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς τῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν αὐτῷ. Ναὶ, ἀδελφέ. Τί ἐστι, Ναὶ, ἀδελφέ; Προσλαβοῦ, φησὶν, αὐτόν· τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν. Ἀφεὶς γὰρ τὸν χαριεντισμὸν, πάλιν ἔχεται τῶν προτέρων, τῶν σπουδαίων. Καίτοι καὶ ταῦτα σπουδαῖα· τὰ γὰρ παρὰ τῶν ἁγίων καὶ αὐτὰ σπουδαῖα, κἂν χαριεντίζωνταί τι. Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. Τουτέστι, τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοί. Τὰ σπλάγχνα, τὰ περὶ σέ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ποῖον λίθον ταῦτα οὐκ ἂν ἐμάλαξε; ποῖον θηρίον ταῦτα οὐκ ἂν κατεπράϋνε, καὶ παρεσκεύασε γνησίως προσδέξασθαι; Μετὰ τὸ ἐν κατορθώμασι τηλικούτοις αὐτῷ μαρτυρῆσαι, οὐ παραιτεῖται καὶ πάλιν ἀπολογεῖσθαι. Οὐχ ἁπλῶς φησιν, οὐδὲ ἐπιτάττων, οὐδὲ αὐθαδιαζόμενος, ἀλλὰ, Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ὅπερ καὶ ἀρχόμενος εἶπε· Παῤῥησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα λέγει εἰς τὸ ἐπισφραγίσαι τὴν ἐπιστολήν. Εἰδὼς, ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα καὶ διήγειρεν εἰπὼν τοῦτο· ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ μηδὲν ἕτερον, τοιαύτην δόξαν ἔχων παρ' αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμασόν μοι ξενίαν· ἐλπίζω γὰρ, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο σφόδρα θαῤῥοῦντος ἦν, μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ' εἰδότες, ὅτι πάντως ἐπανελθὼν ἀκούσεται τὰ κατ' αὐτὸν, πᾶσαν μνησικακίαν ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι. Πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος, Παύλου μετὰ ἡλικίαν, Παύλου μετὰ δεσμούς. Πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς εἰπεῖν, καὶ τοσοῦτον αὐτοῖς δοῦναι, ὡς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ' ὅμως ὄψεσθέ με, ἐὰν εὔχησθε· Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλείς· ὥστε καὶ ἀπὸ τούτου δῆλον, ὅτι [καὶ] ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων. Συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει. Ὥστε εἰ καὶ μὴ δι' αὐτὸν ἐκεῖνον, διὰ τοῦτον εἰκὸς ἀκουσθῆναι. Ὁ γὰρ ἐν θλίψει ὢν, καὶ τὰ αὐτοῦ ἀφεὶς, καὶ τὰ τῶν ἄλλων μεριμνῶν, ὀφείλει ἀκούεσθαι. Καὶ ἄλλως δὲ ἐντρέπει αὐτὸν, εἴ γε ὁ πολίτης ὁ ἐκείνου καὶ συναιχμάλωτος γέγονεν αὐτῷ καὶ συγκακουχεῖται, οὗτος δὲ οὐδὲ χάριν δίδωσιν ὑπὲρ ἰδίου οἰκέτου. Καὶ προσέθηκε· Συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, ἀντὶ τοῦ, διὰ Χριστόν. Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι; καίτοι γέ φησιν ἀλλαχοῦ· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Καὶ Δημᾶς, φησὶν, εἷς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν, καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα. Ταῦτα δὲ εἰ καὶ ἑτέρωθι εἴρηται, ἀλλ' ὅμως οὐκ ἀνεξέταστα δεῖ ἀφεῖναι, οὐδὲ ἁπλῶς ἀκούειν οὐδὲ ὡς ἔτυχε. Πῶς δὲ λέγει ἀσπάσασθαι αὐτοὺς τὸν ἐγκαταλιπόντα αὐτόν; Ἔραστος γὰρ, φησὶν, ἔμεινεν ἐν Κορίνθῳ. Τὸν μὲν οὖν Ἐπαφρᾶν, καὶ ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προστίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τί δαὶ τούτοις συναριθμεῖ τὸν Δημᾶν; Ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς. Ὁ μέντοι Λουκᾶς ἔσχατος ὢν, ἐγένετο πρῶτος. Καὶ ἀπὸ τούτων δὲ αὐτὸν προσαγορεύει προτρέπων αὐτὸν πλέον εἰς τὴν ὑπακοὴν, καὶ συνεργοὺς καλεῖ, καὶ ταύτῃ δυσωπῶν αὐτὸν πρὸς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.