Ancient Greek · ~28 min
Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philemonem (homiliae 1-3) 2.1-3
Not analysed yet
Εὐχῇ τὴν ἐπιστολὴν κατέκλεισεν. Ἡ δὲ εὐχὴ, μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον· μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν. Καὶ σὺ τοίνυν ὅταν προσέλθῃς τῷ ἱερεῖ, κἀκεῖνος εἴπῃ· Ἐλεήσει σε ὁ Θεὸς, τέκνον, μὴ τῷ ῥήματι θάῤῥει μόνον, ἀλλὰ καὶ τὰ ἔργα προστίθει· ποίει τὰ ἐλέου ἄξια. Εὐλογήσει σε ὁ Θεὸς, τέκνον, εἰ μὲν ποιεῖς τὰ τῆς εὐλογίας εὐλογήσει, εἰ ἐλεεῖς τὸν πλησίον· ὧν γὰρ βουλόμεθα τυχεῖν παρὰ τοῦ Θεοῦ, τούτων πρότερον μεταδιδόναι τοῖς πλησίον ὀφείλομεν· ἂν δὲ τοὺς πλησίον αὐτῶν ἀποστερῶμεν, πῶς τυχεῖν αὐτῶν βουλόμεθα; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Εἰ γὰρ ἄνθρωποι τοὺς τοιούτους ἐλεοῦσι, πολλῷ μᾶλλον ὁ Θεός· τοὺς δὲ μὴ ἐλεοῦντας, οὐκέτι· Ἀνίλεως γὰρ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον. Καλὸν τὸ πρᾶγμα ἔλεος· τί οὖν ἐποίησας ἑτέρῳ; Βούλει συγγνωσθῆναι πλημμελῶν, τί οὖν αὐτὸς οὐ συνέγνως τῷ πεπλημμεληκότι; ἀλλὰ προσέρχῃ μὲν τῷ Θεῷ βασιλείαν οὐρανῶν αἰτῶν, αὐτὸς δὲ ἀργύριον αἰτηθεὶς οὐκ ἔδωκας Διὰ τοῦτο οὐκ ἐλεούμεθα, ἐπειδὴ οὐκ ἐλεοῦμεν. Διὰ τί, φησί; καὶ μὴν τοῦτο ἐλέους ἐστὶ, τὸ τοὺς ἀνελεήμονας ἐλεεῖν. Ὁ γὰρ, τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ μυρία τῷ πλησίον ἐνδεικνύμενον κακὰ φιλανθρωπευσάμενος, πῶς ἂν ἐλεήμων εἴη; Τί οὖν, φησί; τὸ λουτρὸν οὐχὶ μυρία ἡμᾶς ἐργασαμένους κακὰ ἔσωσεν; Ἀπήλλαξεν ἐκείνων, οὐχ ἵνα πάλιν αὐτὰ πράττωμεν, ἀλλ' ἵνα μὴ πράττωμεν. Εἰ γὰρ ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί οὖν; ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον; Μὴ γένοιτο. Διὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα μηκέτι παλινδρομήσῃς πρὸς τὴν ἀτιμίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα. Πῶς οὖν ἡ φιλανθρωπία τοῦ Θεοῦ, φησὶν, εἴ γε μὴ μέλλοι σώζειν τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν' οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε τήμερον τὸν λόγον τοῦτον κινήσωμεν. Διελέχθην περὶ γεέννης πρὸς ὑμᾶς πρώην, καὶ ἀνεβαλόμην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον· σήμερον οὖν αὐτὸν ἀποδοῦναι καλόν. Ὅτι μὲν οὖν ἔσται γέεννα, ἱκανῶς, ὡς ἐμαυτῷ δοκῶ, τάχα ἀπεδείξαμεν, τὸν κατακλυσμὸν εἰς μέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτι οὐχ οἷόν τε τὸν ἐκεῖνα ποιήσαντα ἀτιμωρήτους ἐᾶσαι τοὺς νῦν. Εἰ γὰρ τοὺς πρὸ τοῦ νόμου ἁμαρτόντας οὕτως ἐκόλασε, τοὺς μείζονα κακὰ ἐργασαμένους μετὰ τὴν χάριν ἀτιμωρήτους οὐκ ἀφήσει. Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει; καὶ ἀνεβαλόμεθα τὸν λόγον, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὰς ἀκοὰς τὰς ὑμετέρας. Φέρε, τήμερον ἀποδῶμεν τὸ χρέος, καὶ δείξωμεν, πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων. Καὶ γὰρ καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν ὁ λόγος οὗτος ἁρμόσειεν ἄν· ὥστε μετὰ σπουδῆς προσέχωμεν· Οὐδενὸς δεόμενος ὁ Θεὸς τῶν παρ' ἡμῶν, ἐποίησεν ἡμᾶς. Ὅτι δὲ οὐδενὸς ἐδεῖτο, ἐδήλωσεν ἐκ τοῦ μετὰ ταῦτα ποιῆσαι. Εἰ γὰρ ἐδεῖτο, πάλαι ἂν ἐποίησεν· εἰ δὲ καὶ χωρὶς ἡμῶν ἦν αὐτὸς, ἡμεῖς δὲ ἐν ὑστέροις χρόνοις γεγόναμεν, οὐ δεόμενος ἡμῶν ἐποίησεν ἡμᾶς. Ἐποίησεν οὐρανὸν, γῆν, θάλατταν, πάντα τὰ ὄντα δι' ἡμᾶς. Ταῦτα οὐκ ἀγαθότητος, εἰπέ μοι; Καὶ πολλὰ ἄν τις ἔχοι λέγειν· ἀλλ' ἵνα συντέμωμεν τὸν λόγον, Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Τοῦτο οὐκ ἀγαθότητος; Οὒ, φησί. Καὶ γάρ ποτε πρός τινα Μαρκιωνιστὴν ἔλεγον, Ἆρα οὐκ ἀγαθότητος ταῦτα; καὶ ἔφησεν, Εἰ μὴ τὸν λόγον ἀπῄτει τῶν ἁμαρτημάτων, ἀγαθότητος ἦν· εἰ δὲ ἀπαιτεῖ, οὐκ ἀγαθότητος. Ἀλλ' ἐκεῖνος μὲν οὐ πάρεστι νῦν. Φέρε δὲ τὰ τότε λεχθέντα εἴπωμεν, καὶ πλείονα τούτων. Ἐγὼ γὰρ δείκνυμι ἐκ περιουσίας, ὅτι εἰ μὴ ἀπῄτει λόγον, οὐκ ἀγαθός· ἐπειδὴ δὲ ἀπαιτεῖ διὰ τοῦτο ἀγαθός. Εἰπὲ γάρ μοι, εἰ μὴ ἀπήτει λόγον ἡμᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος; ἆρα οὐκ ἂν εἰς θηρία ἐξεπέσομεν; Εἰ γὰρ, ἐπικειμένου φόβου καὶ εὐθυνῶν καὶ δικαστηρίων, τοὺς ἰχθῦς παρηλάσαμεν ἀλλήλους κατεσθίοντες, τοὺς λέοντας καὶ τοὺς λύκους ἀπεκρύψαμεν τὰ ἀλλήλων ἁρπάζοντες· εἰ μὴ λόγον ἡμᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσμεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη ὁ βίος; τίς ἦν ὁ μυθευόμενος λαβύρινθος λοιπὸν πρὸς τὴν ἀταξίαν τὴν κοσμικήν; οὐκ ἂν εἶδες μυρίας ἀτοπίας καὶ ἀταξίας; τίς γὰρ ἂν ᾐδέσθη πατέρα λοιπόν; τίς δὲ ἂν ἐφείσατο μητρός; τίς δ' ἂν πᾶσαν ἡδονὴν, πᾶσαν κακίαν παρέλιπε; Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ μιᾶς οἰκίας μόνης ἐγώ σε πεῖσαι πειράσομαι. Πῶς; Ἐὰν ὑμῶν τῶν ταῦτα ἐρωτώντων, καὶ οἰκέτας ἐχόντων, δῆλον ποιήσω τούτοις, ὅτι, κἂν διαφθείρωσι τὴν δεσποτείαν, καὶ εἰς τὸ σῶμα ἐκείνων ἐνυβρίσωσι, κἂν πάντα ἐκφέρωσι, κἂν τὰ ἄνω κάτω ἐργάσωνται, καὶ τὰ τῶν ἐχθρῶν αὐτοὺς διαθῶσιν, οὐκ ἀπειλοῦσιν, οὐ κολάζουσιν, οὐ τιμωρήσονται, οὐδὲ μέχρι ῥημάτων λυπήσουσιν· ἆρα δοκεῖ ταῦτα ἀγαθότητος εἶναι; Ἀλλ' ἐγὼ δείκνυμι, ὅτι ὠμότητός ἐστι τῆς ἐσχάτης, οὐ μόνον τῷ τὴν γυναῖκα καὶ τὰ παιδία προδίδοσθαι διὰ ταύτης τῆς ἀκαίρου χρηστότητος, ἀλλὰ καὶ τῷ αὐτοὺς ἐκείνους πρὸ τούτων ἀπόλλυσθαι. Καὶ γὰρ μέθυσοι καὶ ἀσελγεῖς καὶ ἀκόλαστοι καὶ ὑβρισταὶ καὶ πάντων θηρίων ἔσονται ἀλογώτεροι. Τοῦτο οὖν ἀγαθότητος, εἰπέ μοι, εὐγένειαν τῆς ψυχῆς καταπατῆσαι, καὶ αὐτοὺς καὶ ἀλλήλους προσαπολέσαι; Ὁρᾷς, ὅτι τὸ εὐθύνας ἀπαιτεῖν τοῦτό ἐστι τὸ πολλῆς χρηστότητος ὄν; Καὶ τί λέγω οἰκέτας τοὺς προχειρότερον ἐπὶ τὰ ἁμαρτήματα ταῦτα ἐρχομένους; Ἀλλ' ἐχέτω τις υἱοὺς, καὶ πάντα ἐπιτρεπέτω τολμᾷν ἐκείνοις, καὶ μὴ κολαζέτω, τίνος οὖν οὐκ ἔσονται χείρους, εἰπέ μοι; Εἶτα ἐπὶ μὲν ἀνθρώπων τὸ κολάζειν ἀγαθότητος, τὸ δὲ μὴ κολάζειν ὠμότητος, ἐπὶ δὲ Θεοῦ οὐκέτι; Ὥστε ἐπειδὴ ἀγαθός ἐστι, διὰ τοῦτο γέενναν προητοίμασε. Βούλεσθε καὶ ἄλλην εἴπω ἀγαθότητα τοῦ Θεοῦ; Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς. Εἰ γὰρ ἔμελλον τῶν αὐτῶν τυγχάνειν, πάντες ἂν ἦσαν κακοί· νῦν δὲ οὐ μικρῶς καὶ τοῦτο παραμυθεῖται τοὺς ἀγαθούς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Οὐχ ὑπερηδόμενος, μὴ γένοιτο, ἀλλὰ δεδοικὼς μὴ τὰ αὐτὰ πάθῃ, καθαρώτερον τὸν ἑαυτοῦ βίον ἐργάσεται. Πολλῆς ἄρα τοῦτο κηδεμονίας ἐστί. Ναὶ, φησίν· ἀλλ' ἀπειλῆσαι μόνον ἐχρῆν, μὴ μέντοι καὶ κολάσαι. Εἰ κολάζει, καὶ λέγεις, ὅτι ἀπειλὴ τὸ πρᾶγμά ἐστι, καὶ διὰ τοῦτο ῥᾳθυμότερος γίνῃ· εἰ ὄντως ἀπειλὴ μόνον ἦν, οὐκ ἂν ὑπτιώτερος γέγονας; Οἱ Νινευῖται εἰ ᾔδεσαν ὅτι ἀπειλὴ μόνον τὸ πρᾶγμα ἦν, οὐκ ἂν μετενόησαν· ἐπειδὴ δὲ μετενόησαν, μέχρι ῥημάτων τὴν ἀπειλὴν ἔστησαν. Βούλει αὐτὸ ἀπειλὴν εἶναι; σὺ κύριος εἶ τοῦ πράγματος· γενοῦ βελτίων, καὶ ἵσταται μέχρι τῆς ἀπειλῆς· ἂν δὲ, ὅπερ ἀπείη, καταφρονήσῃς τῆς ἀπειλῆς, ἥξεις ἐπὶ τὴν πεῖραν· οἱ πρὸ τοῦ κατακλυσμοῦ, εἰ τὴν ἀπειλὴν ἔδεισαν, οὐκ ἂν τὴν πεῖραν ὑπέμειναν. Καὶ ἡμεῖς, ἐὰν φοβηθῶμεν τὴν ἀπειλὴν, οὐχ ὑποστησόμεθα τὴν πεῖραν· μηδὲ γένοιτο· ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.