Ancient Greek
Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 1.1-2
Not analysed yet
Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα. Ποῖον δὴ τοῦτο; Δοῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χριστοῦ, καὶ μὴ ἁπλῶς λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁμαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέσθαι· ἐπεὶ οὐδ' ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ' ἐξ ἡμισείας. Καὶ Ῥωμαίοις μὲν πάλιν ἐπιστέλλων λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κορινθίοις δὲ καὶ Τιμοθέῳ ἐπιστέλλων, ἀπόστολον ἑαυτὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτι Τιμοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ μᾶλλον ὅτι αὐτοὺς τιμᾷ καὶ θεραπεύει μάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν μαρτυρεῖ. Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα· ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἀφ' ἑαυτῶν συνεώρων. Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ. Οὗτοι γὰρ μόνοι ἅγιοι, ἐκεῖνοι δὲ λοιπὸν βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; Οὐδαμῶς· ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσε. Τότε γὰρ τέως ἐκοινώνουν τοῖς ὀνόμασι, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο. Διὰ τοῦτο γράφων καὶ Τιμοθέῳ ἔλεγε· Τὴν διακονίαν σου πληροφόρησον· ἐπισκόπῳ ὄντι. Ὅτι γὰρ ἐπίσκοπος ἦν, φησὶ πρὸς αὐτὸν, Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει· καὶ πάλιν· Ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· οὐκ ἂν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν. Καὶ πάλιν πρὸς Τίτον γράφων φησί· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· ἃ περὶ τοῦ ἐπισκόπου φησί. Καὶ εἰπὼν ταῦτα, εὐθέως ἐπήγαγε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη. Ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο ἐπίσκοποι καὶ διάκονοι τοῦ Χριστοῦ, καὶ οἱ ἐπίσκοποι πρεσβύτεροι· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι, καὶ συνδιακόνῳ. Λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος. Συνεπισκόποις, φησὶ, καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα ζητήσειεν ἄν τις εἰκότως· Τί δήποτε οὐδαμοῦ τῷ κλήρῳ γράφων ἀλλαχοῦ, οὐκ ἐν Ῥώμῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖς ἠγαπημένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; Ὅτι αὐτοὶ καὶ ἀπέστειλαν, καὶ ἐκαρποφόρησαν, καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. Εὐχαριστῶ τῷ Θεῷ μου, φησὶν, ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε. Εἶπεν ἀλλαχοῦ γράφων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Εἰ τοίνυν τὸ στενάζειν, κακίας τῶν μαθητῶν, τὸ μετὰ χαρᾶς τοῦτο ποιεῖν, προκοπῆς. Τοῦτο οὖν ἐστιν, ὃ λέγει· Ὁσάκις ὑμῶν ἀναμνησθῶ, δοξάζω τὸν Θεόν. Τοῦτο δὲ ποιεῖ ἐκ τοῦ πολλὰ αὐτοῖς συνειδέναι ἀγαθά. Καὶ δοξάζω, φησὶ, καὶ δέομαι. Οὐ μὴν, ἐπειδὴ ἐπιδεδώκατε εἰς ἀρετὴν, παύομαι, ἀλλ' ἐπιμένω δεόμενος ὑπὲρ ὑμῶν. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν. Πάντοτε, ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος. Πάντοτε, οὐχ ὅταν εὔχωμαι μόνον. Καλῶς δὲ προσέθηκε τὸ, Μετὰ χαρᾶς· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι, ὡς ὅταν λέγῃ ἀλλαχοῦ· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν, φησὶν, εἰς Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦ νῦν.