Ancient Greek
Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 2.1
Not analysed yet
Μέγα αὐτοῖς ἐνταῦθα μαρτυρεῖ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν ἀποστόλοις καὶ εὐαγγελισταῖς. Οὐκ ἐπειδὴ γὰρ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης, ἀλλὰ πάντα πράττετε, ὥστε μερισταὶ γενέσθαι τῶν ἐμῶν πόνων, πανταχοῦ παρόντες καὶ συμπράττοντες, καὶ συγκοινωνοῦντές μου τῷ κηρύγματι· οὐχ ἕνα χρόνον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, ἀλλὰ πάντοτε ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, ἀποστόλων ἀνειλήφατε προθυμίαν. Ὅρα πῶς οἱ μὲν ἐν Ῥώμῃ ὄντες ἀπεστρέφοντο αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· καὶ πάλιν, Δημᾶς με ἐγκατέλιπε· καὶ, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο· οὗτοι δὲ καὶ ἀπόντες ἐκοινώνουν αὐτῷ τῶν θλίψεων, πέμποντές τε ἄνδρας πρὸς αὐτὸν, καὶ κατὰ δύναμιν ὑπηρετούμενοι, καὶ οὐδὲν ὅλως ἐλλιμπάνοντες. Καὶ τοῦτο ποιεῖτε, οὐ νῦν μόνον, φησὶν, ἀλλ' ἀεὶ, παντὶ τρόπῳ συναντιλαμβανόμενοι. Ἄρα τὸ συναντιλαμβάνεσθαι κοινωνία ἐστὶ εἰς τὸ Εὐαγγέλιον. Ὅταν γὰρ ἐκεῖνος μὲν κηρύττῃ, σὺ δὲ θεραπεύῃς τὸν κηρύττοντα, κοινωνεῖς αὐτῷ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐ τοῦ ἀγωνιζομένου μόνου ἐστὶν ὁ στέφανος, ἀλλὰ καὶ τοῦ παιδοτρίβου, καὶ τοῦ θεραπεύοντος, καὶ πάντων ἁπλῶς τῶν ἀσκούντων τὸν ἀθλητήν. Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώμενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο μερισταί. Καὶ ἐν τοῖς πολέμοις δὲ οὐχ ὁ ἀριστεὺς μόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν μεταποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης μετέχοιεν, ἅτε κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ. Οὐ γὰρ μικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ μέγα· κοινωνοὺς γὰρ ἡμᾶς ποιεῖ τῶν ἐκείνοις ἀποκειμένων μισθῶν. Οἷον, ἔῤῥιψέ τις πολλὰ χρήματα διὰ τὸν Θεὸν, διαπαντὸς ἀνάκειται τῷ Θεῷ, ἀρετὴν ἀσκεῖ μεγάλην, καὶ μέχρι ῥημάτων, καὶ μέχρις ἐννοιῶν, καὶ μέχρι πάντων πολλὴν ἀκρίβειαν φυλάττων· ἔνεστι καὶ σοὶ καὶ μὴ τοσαύτην ἀκρίβειαν ἐπιδειξαμένῳ, τῶν ἐπὶ τούτοις ἀποκειμένων αὐτῷ μισθῶν κοινωνῆσαι. Πῶς; Ἂν θεραπεύσῃς αὐτὸν καὶ λόγῳ καὶ ἔργῳ, ἂν παρακαλέσῃς καὶ διὰ τοῦ χορηγεῖν τὰ ἀναγκαῖα, καὶ διὰ τοῦ διακονεῖσθαι πᾶσαν διακονίαν. Ὁ γὰρ εὐκολωτέραν ποιῶν τὴν τραχεῖαν ὁδὸν ἐκείνῳ, σὺ ἔσῃ. Ὥστε εἰ θαυμάζετε τοὺς ἐν ταῖς ἐρήμοις, τοὺς τὸν ἀγγελικὸν ἀνῃρημένους βίον, τοὺς ἐν ταῖς Ἐκκλησίαις τὰ αὐτὰ ἐκείνοις κατορθοῦντας· εἰ θαυμάζετε καὶ ἀλγεῖτε, ὅτι σφόδρα αὐτῶν ἀπολιμπάνεσθε, ἔνεστιν ὑμῖν ἑτέρως αὐτοῖς κοινωνῆσαι, τῷ διακονεῖν, τῷ θεραπεύειν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυμοτέρους καὶ τὸν ἀπεσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ μὴ δυναμένους ἀναδέξασθαι, καὶ τούτους δι' ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν. Καὶ τοῦτό φησιν ὁ Παῦλος κοινωνίαν. Κοινωνοῦσιν ἡμῖν, φησὶν, ἐν τοῖς σαρκικοῖς, κοινωνοῦμεν αὐτοῖς ἐν τοῖς πνευματικοῖς. Εἰ γὰρ ὁ Θεὸς ἀντὶ μικρῶν καὶ μηδαμινῶν βασιλείαν χαρίζεται, καὶ οἱ δοῦλοι αὐτοῦ ἀντὶ μικρῶν καὶ αἰσθητῶν πνευματικὰ μεταδιδοῦσι· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα αὐτός ἐστιν ὁ διδοὺς διὰ τούτων. Οὐ δύνασαι νηστεῦσαι, οὐδὲ μονωθῆναι, οὐδὲ χαμευνῆσαι, οὐδὲ παννυχίσαι; Ἔνεστί σοι τούτων ἁπάντων μισθὸν λαβεῖν, ἂν ἑτέρως τὸ πρᾶγμα μεθοδεύσῃς, τὸν ἐν τούτοις κάμνοντα θεραπεύων καὶ ἀναπαύων καὶ ἀλείφων συνεχῶς, καὶ τὸν ἀπὸ τούτων ἐπικουφίζων πόνον. Αὐτὸς ἕστηκε μαχόμενος, αὐτὸς καὶ τραύματα λαμβάνων· σὺ θεράπευε ἀπὸ τοῦ ἀγῶνος ἐπανιόντα, δέχου ὑπτίαις χερσὶν, ἀπόψυχε τὸν ἱδρῶτα ἀναπαύων, παρακάλει, παραμυθοῦ, ἀνακτῶ τὴν πεπονηκυῖαν ψυχήν. Ἂν μετὰ τοσαύτης προθυμίας διακονῶμεν τοῖς ἁγίοις, μερισταὶ τῶν μισθῶν αὐτῶν ἐσόμεθα. Τοῦτο καὶ ὁ Χριστός φησι· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς. Ὁρᾷς πῶς οὗτοι κοινωνοὶ γεγόνασιν; Ἀπὸ πρώτης ἡμέρας, φησὶ, μέχρι τοῦ νῦν. Διὰ τοῦτο χαίρω, φησίν. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν. Καὶ χαίρω οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ γὰρ τῶν παρελθόντων κἀκεῖνα στοχάζομαι. Πεποιθὼς αὐτὸ τοῦτο, φησὶν, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.