Ancient Greek
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 2.1-15
Not analysed yet
Πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι, ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν· πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μηκέτι ἐργάζεσθαι. Ἀλλ' οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου. Τοῦτο δέ ἐστιν εἰδέναι καλῶς κεχρῆσθαι τῷ ἔχειν. Οὐχὶ διεχεῖτο, οὐδὲ ἔχαιρεν ἐπὶ τῇ περισσείᾳ αὐτοῦ, ἀλλ' ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ, οὔτε ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. Καὶ χορτάζεσθαι, φησὶν, οἶδα καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πολλοὶ οὐκ ἴσασι χορτάζεσθαι, οἷον οἱ Ἰσραηλῖται· ἐκεῖνοι γὰρ ἔφαγον, καὶ ἀπελάκτισαν. Ἀλλ' ἐπὶ τῆς αὐτῆς εὐταξίας ἐγὼ μένω. Δείκνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο· εἰ δὲ καὶ ἐλυπεῖτο, οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ' αὐτῶν· αὐτὸς γὰρ ὁμοίως διέκειτο. Ἐν παντὶ, φησὶ, καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Πεῖραν ἔλαβον ἐν τῷ μακρῷ τούτῳ χρόνῳ πάντων, καὶ ταῦτά μοι πάντα κατώρθωται. Ἀλλ' ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως, καί φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, φησίν. Οὐκ ἐμὸν τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστίν. Ἀλλ' ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον εὖ τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται· αὐτοὶ γὰρ ὡς χαριζόμενοι διέκειντο καὶ ἀναπαύοντες· ἵνα οὖν μὴ τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι· ὅρα πῶς πάλιν καὶ τοῦτο ἰᾶται. Διὰ μὲν γὰρ τῶν εἰρημένων τὸ φρόνημα αὐτῶν κατέσπασε· διὰ δὲ τῶν ἑξῆς τὴν προθυμίαν αὐτῶν ἀναζῇν ποιεῖ, λέγων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Ὁρᾷς καὶ πῶς ἀπέστησεν ἑαυτὸν, καὶ πῶς πάλιν ἥνωσε; Τοῦτο γνησίας φιλίας ἐστὶ καὶ πνευματικῆς. Μὴ γὰρ ἐπειδὴ, φησὶν, ἐν χρείᾳ οὐ καθέστηκα, νομίσητε μὴ δεῖσθαί με τοῦ πράγματος· δέομαι δι' ὑμᾶς. Πῶς οὖν ἐκοινώνησαν αὐτῷ τῶν θλίψεων; Διὰ τούτου· ὅπερ καὶ δεσμούμενος ἔλεγε, Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς. Χάρις γάρ ἐστι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, ὥς που καὶ αὐτός φησιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ἐπειδὴ γὰρ ἐκεῖνα καταμόνας λεγόμενα ἀλγῆσαι αὐτοὺς ἱκανὰ ἦν, διὰ τοῦτο θεραπεύει καὶ ἀποδέχεται καὶ ἐπαινεῖ πάλιν, καὶ τοῦτο μεμετρημένως. Οὐ γὰρ εἶπε, Δόντες, ἀλλὰ, Συγκοινωνήσαντες, δεικνὺς αὐτοὺς καὶ κερδάναντας, εἴ γε τῶν ἄθλων ἐγένοντο κοινωνοί. Οὐκ εἶπεν, Ἐπικουφίσαντές μου τὰς θλίψεις, ἀλλὰ, Συγκοινωνήσαντές μου τῇ θλίψει, ὅπερ ἦν σεμνότερον. Ὁρᾷς τὸ ταπεινὸν Παύλου; ὁρᾷς τὸ εὐγενές; Ὅτε ἔδειξεν οὐδὲν δεόμενον τῶν παρ' ἐκείνων αὐτοῦ ἕνεκεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται ῥήματα, καὶ ἅπερ οἱ προσαιτοῦντες λέγουσιν, Ὡς ἔθος ἔχεις διδόναι. Οὐδὲν γὰρ παραιτεῖται οὔτε ποιεῖν, οὔτε λέγειν, πρὸς τὸ μόνον, ὃ βούλεται, κατορθῶσαι. Τί δὲ τοῦτό ἐστι; Μὴ νομίσητε, φησὶν, ἀναισχυντίας εἶναι τὰ ῥήματα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ δεόμενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑμῖν· καὶ τούτου δὲ ὑμεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν, Ὑμεῖς αἴτιοι, πρὸ τῶν ἄλλων ἐπιπηδήσαντες τῷ πράγματι, καὶ παῤῥησίαν ἡμῖν δόντες ὑπὲρ τῶν τοιούτων ὑπομιμνήσκειν ὑμᾶς; Καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον. εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι αὐτῷ οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Τί ἐστι, Λήψεως; τί δέ ἐστιν, Ἐκοινώνησε; διὰ τί μὴ εἶπεν, ὅτι Οὐδεμία μοι Ἐκκλησία ἔδωκεν, ἀλλ', Ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως; Κοινωνία γὰρ τὸ πρᾶγμά ἐστιν. Εἰ γὰρ ἡμεῖς τὰ πνευματικὰ ὑμῖν, φησὶν, ἐσπείραμεν, τί μέγα, εἰ ἡμεῖς τὰ σαρκικὰ ὑμῶν θερίσο μεν; καὶ πάλιν, Τὸ ὑμῶν περίσσευμα ἵνα γίνηται εἰς τὸ ἐκείνων ὑστέρημα. Ὁρᾷς πῶς ἐκοινώνησαν, εἰς λόγον δόσεως τῶν σαρκικῶν, καὶ λήψεως τῶν πνευματικῶν; Ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ ἀγοράζοντες κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ' ἀλλήλων ἀντιδιδόντες (τοῦτο γάρ ἐστι κοινωνία), οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ἀγορασίας καὶ ἐμπορίας τι κερδαλεώτερον· γίνεται μὲν γὰρ ἐν τῇ γῇ, τελεῖται δὲ ἐν τῷ οὐρανῷ· οἱ μὲν ἀγοράζοντες ἐν τῇ γῇ ἑστήκασιν· ἀγοράζουσι δὲ καὶ συμφωνοῦσι τὰ ἐν τοῖς οὐρανοῖς, γηΐνην κατατιθέντες τὴν τιμήν.