Ancient Greek
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 3.1-15
Not analysed yet
Ἀλλὰ μὴ καταγνῷς· οὐ χρημάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος, ἡ φιλοσοφία, τὸ τῶν βιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεημοσύνη. Ἐπεὶ εἰ τὸ ἀργύριον ἠγόραζεν, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα οὐδὲν ἂν ἔλαβε μέγα· ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ' ἡ προαίρεσις ἴσχυσεν, ἐκείνη πᾶσαν προαίρεσιν ἐπιδειξαμένη, πάντα ἔλαβε. Μὴ τοίνυν λέγωμεν, ὅτι ὠνητὴ χρημάτων ἐστὶν ἡ βασιλεία· οὐ χρημάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρημάτων ἐπιδεικνυμένης. Οὐκοῦν δεῖ χρημάτων, φησίν; Οὐ δεῖ χρημάτων, ἀλλὰ προαιρέσεως· ἂν ταύτην ἔχῃς, δυνήσῃ καὶ διὰ δύο λεπτῶν ἀγοράσαι τὸν οὐρανόν· μὴ οὔσης δὲ ταύτης, οὐδὲ μυρία τάλαντα χρυσοῦ τοῦτο δυνήσεται, ὅπερ τὰ δύο λεπτά. Διὰ τί; Ὅταν γὰρ πολλὰ ἔχων, ἐλάττονα καταβάλῃς, ἐποίησας μὲν ἐλεημοσύνην, οὐ τοσαύτην δὲ ὅσην ἡ χήρα· οὐ γὰρ μετὰ τοσαύτης προθυμίας κατέβαλες, μεθ' ὅσης ἐκείνη· πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, μᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχαρίσατο. Οὐ ταλάντων χρυσοῦ, ἀλλὰ ποτηρίου ψυχροῦ τὴν βασιλείαν ὑπέσχετο ὁ Θεὸς, ἀλλὰ προθυμίας· οὐ θανάτου, ἀλλὰ προαιρέσεως· ἐπεὶ οὐδὲ μέγα τί ἐστι. Τί γάρ ἐστι μίαν ψυχὴν δοῦναι; Ἔδωκεν ἕνα ἄνθρωπον· εἷς δὲ ἄνθρωπος οὐκ ἔστιν ἀντάξιος. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε. Πάλιν μέγα τὸ ἐγκώμιον, εἴ γε ἐν τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. Καὶ ὅρα· ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας· καὶ οὐκ εἶπε, Τὰς ἐμὰς, ἀλλ' ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. Ἐπειδὴ γὰρ συνεῖδε σφόδρα ταπεινὸν ὂν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται, λέγων· Οὐχ ὅτι ἐπιζητῶ, λέγων, τὸ δόμα. Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου μεῖζόν ἐστιν. Ἕτερον γάρ ἐστιν ὑστεροῦντα μὴ ζητῆσαι, καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, φησὶν, ἀλλ' ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν, οὐκ ἐμοῦ. Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; Δι' ὑμᾶς ταῦτα λέγω, φησὶ, οὐ δι' ἐμαυτὸν, εἰς τὴν ὑμετέραν σωτηρίαν· ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις. Τοῖς μὲν γὰρ διδοῦσιν ἐκεῖ φυλάττεται ἡ ἀμοιβή· τοῖς δὲ λαμβάνουσιν ἐνταῦθα ἀναλίσκεται τὰ διδόμενα. Πάλιν μετ' ἐγκωμίου καὶ συμπαθείας, καὶ τὸ χρῄζειν. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ ζητῶ, ἵνα μὴ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ, φησίν· Ἀπέχω δὲ πάντα, καὶ περισσεύω. Τουτέστι, διὰ ταύτης τῆς δόσεως καὶ τὰ παραλειφθέντα ἐπληρώσατε, ὅπερ μάλιστα προθυμοτέρους ἦν ποιῆσαι. Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόντων χάριτας οἱ εὖ ποιοῦντες. Ἀπέχω πάντα, καὶ περισσεύω. Τουτέστιν, οὐ μόνον ἀνεπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλετε. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν, ὅρα πῶς ἐπισφραγίζεται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, καὶ ὅτι, Ἤδη ποτὲ, καὶ ἔδειξεν ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα (τοῦτο γάρ ἐστιν, Ἀπέχω)· πάλιν δείκνυσιν ὅτι ὑπὲρ ὀφειλὴν ἔπραξαν, καί φησιν· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι. Οὐχ ἁπλῶς, οὐδὲ ἀπὸ διαθέσεως ταῦτα λέγω, ἀλλὰ τί; Δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Βαβαὶ, ποῦ τὸ δῶρον αὐτῶν ἀνήγαγεν. Οὐκ ἐγὼ, φησὶν, ἔλαβον, οὐκ ἔλαβον, ἀλλ' ὁ Θεὸς δι' ἐμοῦ. Ὥστε, κἂν ἐγὼ μὴ χρῄζω, μὴ μελέτω ὑμῖν· ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρῃζε, καὶ ὅμως ἀπεδέχετο, οὕτως ὡς μηδὲ παραιτεῖσθαι εἰπεῖν τὴν θείαν Γραφὴν, ὅτι Ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας, ὅπερ ἦν εὐφραινομένου. Ἴστε γὰρ, ἴστε πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ ταῖς εὐωδίαις, πῶς εὐφραίνεται, πῶς γάννυται. Οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὕτω ῥῆμα καὶ ταπεινὸν ἡ Γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ, ὅτι δεκτὰ τὰ παρ' αὐτῶν δῶρα γέγονεν. Οὐ γὰρ ἡ κνίσσα, οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ' ἡ προαίρεσις ἡ προσφέρουσα· ἐπεὶ, εἰ τοῦτο ἦν, καὶ τὰ παρὰ τοῦ Κάϊν ἂν ἐδέχθη. Εἶπεν οὖν, ὅτι καὶ εὐφραίνεται, καὶ πῶς εὐφραίνεται· οὐ γὰρ ἂν ἄλλως ἔμαθον οἱ ἄνθρωποι. Ὁ τοίνυν μὴ ἐν χρείᾳ καθεστὼς λέγει οὕτως εὐφραίνεσθαι, ἵνα μὴ διὰ τὸ ἀνενδεὲς ῥᾴθυμοι γένωνται. Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες, ταύταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν διορθοῦται αὐτοὺς, λέγων· Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι; Τοῦτο καὶ Παῦλός φησιν, Οὐκ ἐπιζητῶ τὸ δόμα. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.