Ancient Greek
Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 2.1-2
Not analysed yet
Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν, καὶ νομίζειν ἐγκόπτεσθαι τὸ κήρυγμα. Τί οὖν ποιεῖ; Εὐθέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, καί φησι· Τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ' ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε μεριμνῶσι. Τί λέγεις; δέδεσαι, ἐνεποδίσθης, καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν; Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ μόνον οὐκ ἐπεστόμισε τοὺς ἄλλους οὐδὲ δειλοὺς ἐποίησεν, ἀλλ' αὐτὸ τοῦτο καὶ μᾶλλον παρεθάῤῥυνεν. Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων μόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαῤῥεῖν χρή. Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους· τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαῤῥησιάζετο, μᾶλλον αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ μὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσμά; Ὁ Θεὸς τοῦτο ᾠκονόμησε, φησὶν, ὥστε μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τέως γὰρ οὕτως ἐκάλουν τὰ βασίλεια. Οὐδὲ ἐν τῷ πραιτωρίῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι τοῦτο, ὅτι καὶ πρότερον ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας διελέγοντο, νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαῤῥοῦσι, πολλῷ μᾶλλον ἐγώ· εἰ ἄλλοις εἰμὶ αἴτιος θάρσους, πολλῷ μᾶλλον ἐμαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ μέγα ἦν τὸ εἰπεῖν, ὅτι Οἱ ἐμοὶ δεσμοὶ θάρσος αὐτοῖς παρεῖχον, διὰ τοῦτο προλαβὼν εἶπεν· Ἐν Κυρίῳ. Ὁρᾷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται; Περισσοτέρως τολμᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, Περισσοτέρως, δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν. Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον· ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ. Δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι. Τοῖς μὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. Τίνες μὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἢ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾷν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι' εὐδοκίαν· τουτέστι, χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς· τουτέστιν, οὐκ εἰλικρινῶς, οὐδὲ δι' αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διὰ τί; Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Νομίζοντες γὰρ οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον, θλῖψιν ἐπάγουσιν ἐπὶ θλίψει. Ὢ τῆς ὠμότητος. ὢ τῆς διαβολικῆς ἐνεργείας. δεδεμένον ἑώρων καὶ ἐμβεβλημένον εἰς δεσμωτήριον, καὶ ἔτι ἐφθόνουν· αὔξειν αὐτῷ τὰ τῶν συμφορῶν ἤθελον, καὶ μείζονος ὀργῆς ὑπεύθυνον καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰόμενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζόν με τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις. Ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ μόνον οὐ λήψονται μισθὸν, ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι καὶ κολάσεως. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί ἐστιν, Ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι; Τουτέστι, τὰς εὐθύνας μοι ὑποτέμνοντες τὰς πρὸς τὸν Θεὸν, καὶ συναντιλαμβανόμενοί τι εἰς ἀπολογίαν. Ὃ λέγει, τοῦτό ἐστι· Προσετάγην κηρῦξαι· μέλλω διδόναι εὐθύνας, καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου, οὗ προσετάγην· ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον, συναντιλαμβάνονταί μοι. Ἐὰν γὰρ εὑρεθῶσι πολλοὶ οἱ κατηχηθέντες πιστεύσαντες, εὔκολός μοι ἡ ἀπολογία ἔσται. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅρα τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῶν κατηγόρησεν, ἀλλ' εἶπε τὸ γινόμενον. Τί γὰρ, φησὶν, ἐμοὶ διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Οὐκ εἶπε, Καταγγελλέσθω, νομοθετῶν, ἀλλὰ πρῶτον μὲν τὸ συμβαῖνον ἀπήγγειλε, δεύτερον δὲ, εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτω τὰς αἱρέσεις εἰσῆγεν.