Ancient Greek
Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 3.1-3
Not analysed yet
Ἐξετάσωμεν γὰρ, εἰ δοκεῖ, τὸ πρᾶγμα, καὶ εὑρήσομεν, ὅτι, εἰ καὶ οὕτως ἐπέτρεπε κηρύττειν, ὡς ἐκεῖνοι, οὐδὲ οὕτως εἰσήγετο αἵρεσις. Πῶς; Ὅτι ἐκεῖνοι ὑγιῶς μὲν ἐκήρυττον, ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια, μεθ' ἧς ἐποίουν οὕτω, διέφθαρτο, οὐ τὸ κήρυγμα ἐνήλλακτο. Καὶ πολλὴν εἶχον ἀνάγκην οὕτω κηρύττειν. Διὰ τί; Ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς Παῦλος, εἰ ἑτέρως ἐδίδαξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἂν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν· νῦν δὲ τῷ τὸ κήρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινομένου. Ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος, ἐπιλαβόμενος τοῦ χωρίου τούτου, φησί· Καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο ἂν, τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἂν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο. Τί οὖν ἐροῦμεν; Ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι, τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι, τὸ μὴ ἀφεῖναι διαφυγεῖν· καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι, ἢ ἐκείνως. Ἑτέρως μὲν γὰρ ἂν καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργὴν, καὶ ἀφῆκαν ἂν ἐξελθεῖν, καὶ πάλιν κηρῦξαι· οὕτω δὲ δι' αὐτὸν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἀνελόντες αὐτόν. Καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινων καὶ σφόδρα μοχθηρῶν. Εἶτα, Καὶ ἐν τούτῳ, φησὶ, χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Τί ἐστιν, Ἀλλὰ χαρήσομαι; Κἂν ἐπιπλεῖον γένηται, φησίν. Ἐμοὶ γὰρ συμπράττουσι καὶ ἄκοντες, καὶ τῶν αὐτοῖς πεπονημένων ἐκεῖνοι μὲν κόλασιν, ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν λήψομαι. Ἆρα ἔστι τι τοῦ διαβόλου μιαρώτερον, τοῦ κήρυγμα ἐπινοήσαντος ἀναδέξασθαι κόλασιν τοῖς πειθομένοις προξενοῦν; Ὁρᾷς πόσοις κακοῖς τοὺς ἑαυτοῦ περιπείρει; κόλασιν καὶ τιμωρίαν αὐτοῖς ἐκ τοῦ κηρύγματος καὶ τῶν πόνων ἐπινοεῖ τούτων. Καὶ ποῖος ἂν ἄλλος ἐχθρὸς καὶ πολέμιος τῆς ἐκείνων σωτηρίας τὸ πᾶν οὕτω διέθηκεν; Ὁρᾷς ὅτι ὁ τὴν ἀλήθειαν πολεμῶν οὐδὲν ἰσχύει, ἀλλ' ἑαυτὸν πλήττει μᾶλλον, ὡς ὁ πρὸς κέντρα λακτίζων; Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονήτοις τοὺς ἑαυτοῦ περιβάλλει, καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν. Οὐ γὰρ μόνον κήρυγμα, ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖ, ἣ οὐ μόνον μισθῶν ἀποστερήσει, ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσι· περὶ ὧν φησι καὶ ἀλλαχοῦ· Κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν. Διὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι ἡμῖν καὶ τοὺς πόνους ἐπεκούφισε, καὶ τοὺς μισθοὺς ηὔξησεν. Ὧν γὰρ οἱ παρ' ἡμῖν γαμοῦντες σωφρόνως ἀπολαύουσι μισθῶν, οὐκ ἀπολαύουσιν οἱ παρθενεύοντες παρ' αὐτοῖς, ἀλλὰ τῇ τῶν πορνευόντων οἱ παρθενεύοντες παρὰ τοῖς αἱρετικοῖς δίκῃ γεγόνασιν ὑπεύθυνοι. Πόθεν; Ἐκ τοῦ μὴ ὀρθῷ σκοπῷ τι ποιεῖν, ἀλλ' ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων καὶ ἀποῤῥήτου σοφίας αὐτοῦ. Μὴ δὴ ῥᾳθυμῶμεν· ἔδωκεν ἡμῖν ὁ Θεὸς συμμέτρους ἀγῶνας, οὐδένα πόνον ἔχοντας. Ἀλλὰ μὴ καταφρονῶμεν διὰ τοῦτο. Εἰ γὰρ οἱ αἱρετικοὶ κατατείνουσιν ἑαυτοὺς πόνοις ἀνονήτοις, τίς ἡμῖν ἔσται ἀπολογία μηδὲ τοὺς ἐλάττονας, καὶ πλείονα μισθὸν ἔχοντας βουλομένοις ἐνεγκεῖν; Τί γὰρ φορτικὸν, τί δὲ ἐπαχθὲς τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ; Οὐ δύνασαι παρθενεύειν; ἔξεστί σοι γαμεῖν. Οὐ δύνασαι πάντων ἑαυτὸν ἀποστερῆσαι τῶν σῶν; ἔξεστί σοι ἀπὸ τῶν ὄντων χορηγεῖν· Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα. Ταῦτα γὰρ εἶναι δοκεῖ φορτικὰ, χρημάτων λέγω καταφρονεῖν, καὶ ἐπιθυμίας σωματικῆς περιγενέσθαι· τὰ δὲ ἄλλα οὐδεμιᾶς δεῖται δαπάνης, οὐδεμιᾶς βίας. Ποία γὰρ, εἰπέ μοι, βία τὸ μὴ κακῶς εἰπεῖν, μηδὲ διαβάλλειν ἁπλῶς; ποία δὲ βία τὸ μὴ βασκαίνειν τοῖς ἑτέρων ἀγαθοῖς; ἢ ποία βία τὸ μὴ δόξῃ ἁλῶναι; Τὸ βασανίζεσθαι καὶ φέρειν, καρτερίας ἐστί· καρτερίας, καὶ φιλοσοφίαν ἀσκεῖν· καρτερίας, τὸ πενίαν διενεγκεῖν· καρτερίας, τὸ λιμῷ προσπαλαῖσαι καὶ δίψει. Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ' ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία; Οὐδαμόθεν ἄλλοθεν ὁ φθόνος, ἀλλ' ἐκ τοῦ προστετηκέναι τοῖς παροῦσι, μᾶλλον δὲ πάντα τὰ κακά. Εἰ γὰρ μηδὲν ἐνόμιζες εἶναι τὰ χρήματα, καὶ τὴν δόξαν τοῦ κόσμου τούτου, οὐκ ἂν τοῖς ἔχουσιν ἐβάσκηνας.