Ancient Greek
Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 4.1-2
Not analysed yet
Ἀλλ' ἐπειδὴ κέχηνας, καὶ θαυμάζεις αὐτὰ καὶ ἐπτόησαι, διὰ τοῦτό σοι καὶ τὰ τῆς βασκανίας ἐνοχλεῖ, διὰ τοῦτο καὶ τὰ τῆς κενοδοξίας· καὶ πάντα ἀπὸ τούτου γίνεται, ἀπὸ τοῦ θαυμάζειν τὰ τοῦ παρόντος βίου. Βασκαίνεις, ὅτι ὁ δεῖνα πλουτεῖ; Καὶ μὴν ἐλέους καὶ δακρύων ἄξιος ὁ τοιοῦτος. Ἀλλ' ἐρεῖς εὐθέως γελῶν· Ἐγὼ δακρύων ἄξιος, οὐκ ἐκεῖνος. Δακρύων ἄξιος καὶ σὺ, οὐχ ὅτι πένῃ, ἀλλὰ διὰ τὸ σεαυτὸν ἐλεεινὸν εἶναι νομίζειν. Τοὺς γὰρ οὐδὲν ἔχοντας κακὸν καὶ δυσφοροῦντας δακρύομεν, οὐχ ὅτι κακόν τι ἔχουσιν, ἀλλ' ὅτι μὴ ἔχοντες, ἔχειν νομίζουσιν. Εἰπὲ γάρ μοι, εἴ τις πυρετοῦ ἀπηλλαγμένος, ἀλύει καὶ περιστρέφεται, ὑγιαίνων ἐπὶ τῆς κλίνης κείμενος, ἆρα τῶν πυρεττόντων μᾶλλον οὐχὶ δακρύων ἄξιος ὁ τοιοῦτος, οὐκ ἐπειδὴ πυρέττει, οὐδὲ γὰρ πυρέττει, ἀλλ' ἐπειδὴ μηδὲν ἔχων δεινὸν, ἔχειν τι νομίζει; Καὶ σὺ δακρύων ἄξιος διὰ τοῦτο, ὅτι σαυτὸν ἐλεεινὸν νομίζεις, οὐ διὰ τὴν πενίαν· τῆς γὰρ πενίας ἕνεκεν καὶ μακαριστός. Τί φθονεῖς τῷ πλουσίῳ; ὅτι φροντίδων ἑαυτὸν ὑπεύθυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα; ὅτι μυρίαις ἁλύσεσι, καθάπερ τις κύων, τοῖς αὑτοῦ δέδεται χρήμασι; Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης. Ψόφος ἐγένετο; εὐθέως ἀνεπήδησεν. Ὁ δεῖνα ἐσυλήθη; μᾶλλον ἐκείνου φροντίζει τοῦ ἀπολωλεκότος ὁ μὴ ἀπολωλεκώς. Ἐκεῖνος μὲν γὰρ ἅπαξ ἀπώλεσε, καὶ λυπηθεὶς ἀπέθετο τὴν φροντίδα· οὗτος δὲ αὐτὴν ἔχει διηνεκῶς. Κατέλαβε νὺξ, ὁ λιμὴν τῶν ἡμετέρων κακῶν, τὸ παραμύθιον τῶν ἡμετέρων συμφορῶν, τὸ φάρμακον τῶν τραυμάτων. Καὶ γὰρ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι τοῖς φίλοις μὲν καὶ συγγενέσι καὶ οἰκείοις, πολλάκις δὲ καὶ πατράσι παραμυθουμένοις οὐκ εἶξαν οὐδὲ ὑπεχώρησαν, ἀλλὰ καὶ πρὸς τὰ ῥήματα αὐτὰ ἠγανάκτησαν· παντὸς γὰρ καύματος μᾶλλον τὸ πικρὸν τῆς ὀδύνης τὰς ἡμετέρας θλίβει ψυχάς· τῷ δὲ ὕπνῳ κελεύοντι παύεσθαι οὐδὲ ἀντιβλέψαι ἴσχυσαν. Καθάπερ οὖν σῶμα διακαὲς καὶ θερμοτέρᾳ προσπαλαῖσαν ἀκτῖνι κατατρυχόμενον, ὥσπερ τινὶ καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆς λεπτῆς αὔρας παραμυθίαν· οὕτως ἡ νὺξ τῷ ὕπνῳ παραδίδωσιν ἡμῶν τὴν ψυχήν· μᾶλλον δὲ οὐχ ἡ νὺξ, οὐδὲ ὁ ὕπνος τοῦτο ἐργάζεται, ἀλλ' ὁ Θεὸς, εἰδὼς τὸ ταλαίπωρον τοῦτο γένος, ἅπαντα ταῦτα εἰργάσατο. Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν. Μέριμνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον. Καὶ ὅρα πόση τοῦ Θεοῦ ἡ κηδεμονία· Οὐκ ἐπέτρεψε τῇ προθέσει τὴν ἀνάπαυσιν, οὐδὲ προαιρέσει τινὶ τὴν χρείαν τοῦ ὕπνου, ἀλλὰ φυσικαῖς αὐτὴν ἀνάγκαις κατέδησεν, ἵνα καὶ ἄκοντες εὐεργετώμεθα· τὸ γὰρ καθεύδειν, τῆς φύσεως. Ἡμεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς μισοῦντες, ὡς ἑτέρους πολεμοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης μείζονα τὴν ἀπὸ τῶν χρημάτων ἐπενοήσαμεν τυραννίδα. Ἡμέρα γέγονε; καὶ δέδοικεν ὁ τοιοῦτος τοὺς συκοφάντας. Ἡ νὺξ κατέλαβε; τρέμει λῃστάς. Θάνατος ἐπέστη; τοῦ θανάτου μᾶλλον δάκνεται, ὅτι ἑτέρων ἐκεῖνα γίνεται. Παιδίον ἔσχε; πλείων ἡ ἐπιθυμία· καὶ τότε δοκεῖ πένης εἶναι. Οὐκ ἔσχε, μᾶλλον ὀδυνᾶται. Τοῦτον οὖν μακαρίζεις τὸν οὐδαμόθεν ἡσθῆναι δυνάμενον; τούτῳ φθονεῖς τῷ κλυδωνιζομένῳ, ἐν λιμένι γαληνῷ τῇ πενίᾳ ἑστηκώς; Ὄντως καὶ τοῦτο ἐλάττωμα τῆς ἀνθρωπίνης φύσεως, τὸ μὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ' εἰς τὰς εὐπραγίας ἐξυβρίζειν. Καὶ ταῦτα μὲν ἐνταῦθα· ὅταν δὲ ἀπέλθωμεν ἐκεῖ, ἄκουσον τί φησιν ὁ πλούσιος, ὁ μυρίων ἀγαθῶν κύριος, ὥσπερ σὺ λέγεις· οὐ γὰρ ἂν ἔγωγε ταῦτα εἴποιμι ἀγαθὰ, ἀλλ' ἀδιάφορα. Οὗτος τοίνυν ὁ μυρίων ἀγαθῶν κύριος, ἄκουσον τί φησι, καὶ τίνος ἐν χρείᾳ καθέστηκε· Πάτερ, φησὶν, Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάζῃ μου τὴν γλῶτταν, ὅτι ἀποτηγανίζομαι. Εἰ γὰρ μηδὲν ὧν εἶπον ἔπασχεν ὁ πλούσιος ἐκεῖνος, εἰ γὰρ ἐν ἀδείᾳ καὶ φροντίδος χωρὶς τὸν ἅπαντα βίον διήγαγε· τί λέγω τὸν ἅπαντα βίον; τὴν μίαν ῥοπὴν ἐκείνην· ῥοπὴ γάρ ἐστιν· ὡς μία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡμῶν αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον· εἰ τοίνυν πάντα αὐτῷ κατὰ γνώμην προεκεχωρήκει, ἆρα οὐκ ἐλεεινός ἐστι τούτων τῶν ῥημάτων, μᾶλλον δὲ τούτων τῶν πραγμάτων; Οὐχὶ οἴνῳ περιεκλύζετό σου ἡ τράπεζα; νῦν δὲ οὐδὲ σταγόνος ὕδατος εἶ κύριος, καὶ ταῦτα ἐν χρείᾳ πολλῇ καθεστηκώς. Οὐχ ἡλκωμένον ὑπερεώρας τὸν πένητα; νῦν δὲ ἀξιοῖς αὐτὸν ἰδεῖν, καὶ οὐδεὶς δίδωσι. Παρὰ τὸν πυλῶνα ἦν τὸν σὸν, νῦν δὲ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· ὑπὸ τὰς μεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης.