Ancient Greek
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 4.1-8
Not analysed yet
Ἀλλ', ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων ἰσχύει φόβος παρ' ἡμῖν τῆς γεέννης καὶ τῶν μελλουσῶν κολάσεων. Διὰ δὴ τοῦτο πάντα ἀνατέτραπται, ὅτι τὰ μὲν πολιτικὰ πράγματα μετὰ πολλῆς τῆς ἐντρεχείας καθ' ἑκάστην ἡμέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευματικῶν οὐδεὶς οὐδαμοῦ λόγος· ἀλλὰ τὰ μὲν μετ' ἀνάγκης ἀπαιτούμενα καὶ βασάνων, καὶ ὡς παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται μετὰ πολλῆς τῆς εὐγνωμοσύνης· τὰ δὲ παρὰ ἑκόντων, καὶ ὡς παρὰ ἐλευθέρων, πάντα ἐλλιμπάνεται. Οὐ κατὰ πάντων λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσματα ταῦτα ἐγκαταλιμπανόντων. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ἀνάγκῃ ταῦτα ποιεῖν; Ἀλλ' οὐ βούλεται· ὑμῶν γὰρ φείδεται μᾶλλον, ἢ τῶν τρεφομένων. Διὰ τοῦτο ὑμᾶς οὐκ ἀνάγκη βούλεται κατατιθέναι, ἐπειδὴ οὐκ ἔστι μισθός. Καὶ ὅμως πολλοὶ τῶν ἐνταῦθα, τῶν Ἰουδαίων εἰσὶ ταπεινότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείονα λάβωσι, τοσούτῳ καὶ πλείων ὁ μισθός. Οὐκ ἔλεγον, Πολλὰ λαμβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω λεγόντων τινῶν. Καὶ οἱ μὲν οἰκοδομοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούμενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶγμα τίθενται. Ὄντως πλουτοῦμεν καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁμολογοῦσιν. Ἡμεῖς μὲν γὰρ κἂν μικρὰ ἔχωμεν, πλουτοῦμεν· ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται, πένονται. Μέχρι τίνος ἀνοηταίνομεν; οὐκ ἀρκεῖ τὸ μηδὲν ποιεῖν εἰς κόλασιν ὑμῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ τῆς κακηγορίας προστιθέναι ζημίαν; Εἰ μὲν γὰρ αὐτὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν μισθὸν ἀπώλεσας, ὑπὲρ ὧν ἔδωκας ἐγκαλῶν· ὅλως δὲ εἰ σὺ ἔδωκας, τί ἐγκαλεῖς; Πρότερον μὲν οὖν αὐτῷ πενίαν ἐμαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοίνυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκαλεῖν. Ἀλλ' ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας μισθὸν ἔχειν; Διὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέξασθαι βίον, εἰ καὶ μὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν λεγόντων ἰταμῶς, ὅταν εἴπωμεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο, φησὶν, ἠδύνατο πλουτεῖν· εἶτα ὑβριστικῶς, Ὁ προγόνος αὐτοῦ, καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ μοι, γυμνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ μὲν οὖν ὑπὲρ τούτων ἀκριβολογῇ· ὅρα δὲ μὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ' ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγούσης, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν· ἀλλ' οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα κερδαίνει, εἰπέ μοι; σηρικὰ ἱμάτια περίκειται; πλῆθος ἀκολούθων ἔχων σοβεῖ κατὰ τὴν ἀγοράν; ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδομεῖ, ἔχων ὅπου καταμείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί. Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι μὴ δυνάμενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐτὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ μοι, ὁ μαθητής; Ἀλλ' ὁ μὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ· ἂν δὲ ὁ πνευματικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκαλύψῃ; μᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδοξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιμῷ φθείρεσθαι ἔδει; Ἀλλ' οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωμεν πρὸς αὐτοὺς ταῦτα, εὐθέως φιλοσοφοῦσι· Γέγραπται, φησὶ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱμάτια ἔχουσι, καὶ κλίνας ἐστρωμένας. Ἐπῆλθέ μοι στενάξαι πικρὸν νῦν· εἰ δὲ μὴ ἀσχημονεῖν ἔμελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ αἰσθανόμεθα. Εἰπέ μοι, διὰ τί γὰρ σαυτῷ τοῦτο μὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται μόνον, φησίν· ὅταν οὖν ὁ Παῦλος λέγῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, πρὸς τοὺς διδασκάλους λέγει μόνους; Οὐδαμῶς, ἀλλὰ πρὸς πάντας ἀνθρώπους. Καὶ δῆλον ἄνωθεν τὸ χωρίον διεξιοῦσιν· εἰπὼν γὰρ, Πορισμὸς μέγας ἐστὶν ἡ εὐσέβεια μετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς.