Ancient Greek
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15) 5.1-6
Not analysed yet
Εἶδες ὅτι πρὸς πάντας ὁ λόγος εἴρηται; Τί δέ; ὅταν λέγῃ πάλιν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόμενος; μὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ φύσις· τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν, ἔνθα καὶ ἡ ἡλικία καὶ ἡ φύσις κώλυμα, οὐκ ἀφίεται αὐτὴν σπαταλᾷν, ἀλλὰ καὶ τεθνηκέναι αὐτήν φησιν (οὐ γὰρ ἁπλῶς εἶπε μὴ σπαταλᾷν, ἀλλ', Ἡ σπαταλῶσα, ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνηκυῖα ἐκκέκοπται)· ποίαν ἕξει συγγνώμην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ' οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζεται; Ἀλλὰ ταῦτα οὐδεὶς οὐδὲ εἰς ἔννοιαν λαμβάνει, ταῦτα οὐδεὶς ἐξετάζει. Ἐγὼ δὲ νῦν ταῦτα εἰπεῖν ἠναγκάσθην, οὐχὶ τοὺς ἱερέας ἀπαλλάξαι ἐγκλημάτων βουλόμενος, ἀλλ' ὑμῶν φειδόμενος. Ἐκεῖνοι μὲν οὖν, ἂν μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ' ὑμῶν βλάπτονται· ἀλλ' ἄν τε εἴπητε, ἄν τε μὴ εἴπητε, λόγον τῷ δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑμέτερα βλάπτει ῥήματα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ' ὑμῶν λεγόμενα, ἐκεῖνοι μὲν οὖν ἐκέρδανον συκοφαντούμενοι εἰκῆ, ὑμεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ δὲ ὑμῶν οὐχ οὕτως ἐστίν· ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τε ψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες· εἰ γὰρ ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιμωρία· παντὸς γὰρ ῥήματος ἀργοῦ δώσετε λόγον. Ὥστε ὑμῶν ἕνεκεν πάντα ποιοῦμεν καὶ κάμνομεν. Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, οὐδεὶς λέγει πρὸς ἑαυτὸν τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν μή τις ἀποτάξηται, φησὶν ὁ Χριστὸς, πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τί ὅταν λέγῃ, Δύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ, οὐδεὶς πρὸς ἑαυτὸν διαλέγεται, ἀλλ' ἐν τοῖς ἑτέρων σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο μέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκλημάτων. Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι' ὑμᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόμον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωμεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μὴ ζώνην, μὴ ῥάβδον. Τί οὖν, εἰπέ μοι; Πέτρος παρὰ τὸ πρόσταγμα ἐποίει; πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱμάτιον καὶ ὑποδήματα; ὅτι γὰρ εἶχεν, ἄκουε τοῦ ἀγγέλου λέγοντος πρὸς αὐτὸν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν· ἔνεστι γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνί ἐστιν· ἀλλ' ὅμως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιμοθέῳ γράφων, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν· εἶτα παραγγέλλει καὶ λέγει· Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων, ὅτι Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος; Ἔδει ταύτην ἀφεῖναι τὴν ἀμφιβολίαν παρ' ὑμῖν, καὶ μηδεμίαν ἐπαγαγεῖν τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας· πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται. Διὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁμαρτήμασίν ἐσμεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡμετέρων οὐδένα λόγον ποιούμεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσμεν, ὅτι τοὺς θείους οὐ παιδευόμεθα νόμους. Ἔδει μὲν οὖν ταύτην ὑμᾶς εἰσπράξασθαι τὴν δίκην· ἀλλὰ τί πάθω; πατήρ εἰμι· πολλὰ καὶ πέρα τοῦ δέοντος οἱ πατέρες χαρίζονται τοῖς παισὶ, τῶν σπλάγχνων αὐτοῖς διαθερμαινομένων [ἐκεῖνοι] τῶν πατρικῶν· κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόμενον, αὐτοὶ μᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύονται, ἕως ἂν τῆς ἀθυμίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ μὴ λαβεῖν, ἵνα λάβητε καλῶς.