Ancient Greek · ~18 min
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-12
Not analysed yet
Ὅπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν ἠθικὸν συνεχῶς ἐκβαίνει λόγον, οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς, διαιρῶν αὐτὰς εἰς δύο, τὸ μὲν πρῶτον τοῖς δόγμασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιμελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναμὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. Δύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν μὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσματι, τὴν δὲ ὑφ' ἡμῶν ὀφείλειν γίνεσθαι διὰ τῆς μετὰ ταῦτα σπουδῆς. Τὸ μὲν γὰρ ταφῆναι τὰ πρότερα ἁμαρτήματα, τῆς αὐτοῦ γέγονε δωρεᾶς· τὸ δὲ μετὰ τὸ βάπτισμα μεῖναι νεκροὺς τῇ ἁμαρτίᾳ, τῆς ἡμετέρας δεῖ γενέσθαι ἔργον σπουδῆς, εἰ καὶ τὰ μάλιστα πολλὰ καὶ ἐνταῦθα τὸν Θεὸν ὁρῶμεν βοηθοῦντα ἡμῖν. Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισμα μόνον τὸ τὰ πρότερα ἀφανίσαι πλημμελήματα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. Ὥσπερ οὖν ἐν ἐκείνοις τὴν πίστιν εἰσήνεγκας, ἵνα ἀφανισθῇ· οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τῆς προθυμίας ἐπίδειξαι τὴν μεταβολὴν, ἵνα μὴ πάλιν σαυτὸν καταῤῥυπάνῃς. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα συμβουλεύων φησίν· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Εἶδες πῶς ἐπῆρε τὸν ἀκροατὴν, πρὸς τὸν Δεσπότην εὐθέως αὐτὸν ἀναγαγὼν τὸν αὐτοῦ, καὶ πολλὴν δεῖξαι σπουδάσας τὴν ὁμοιότητα; Διὰ τοῦτο οὐδὲ εἶπε, Θανάτῳ, ἵνα μὴ ἀντείπῃς, ἀλλ' Ὁμοιώματι θανάτου· οὐ γὰρ ἡ οὐσία αὐτὴ ἀπέθανεν, ἀλλ' ὁ ἐξ ἁμαρτιῶν ἄνθρωπος, τουτέστιν, ἡ κακία. Καὶ οὐκ εἶπεν, Εἰ γὰρ ἐκοινωνήσαμεν τῷ ὁμοιώματι τοῦ θανάτου· ἀλλὰ τί; Εἰ γὰρ σύμφυτοι γεγόναμεν, τῷ τῆς φυτείας ὀνόματι τὸν ἐκ ταύτης καρπὸν ἡμῖν αἰνιξάμενος. Καθάπερ γὰρ τὸ σῶμα αὐτοῦ ταφὲν ἐν τῇ γῇ καρπὸν τῆς οἰκουμένης τὴν σωτηρίαν ἤνεγκεν· οὕτω καὶ τὸ ἡμέτερον ταφὲν ἐν τῷ βαπτίσματι, καρπὸν ἤνεγκε τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθά· οἴσει δὲ καὶ τὸ τῆς ἀναστάσεως ὕστερον δῶρον. Ἐπεὶ οὖν ἡμεῖς μὲν ἐν ὕδατι, αὐτὸς δὲ ἐν γῇ, καὶ ἡμεῖς μὲν κατὰ τὸν τῆς ἁμαρτίας λόγον, ἐκεῖνος δὲ κατὰ τὸν τοῦ σώματος ἐτάφη, διὰ τοῦτο οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο καὶ ἐκεῖνο, ἀλλ' οὐ τοῦ αὐτοῦ ὑποκειμένου. Εἰ τοίνυν, φησὶν, ἐν τῷ θανάτῳ ἐγενόμεθα σύμφυτοι, καὶ τῆς ἀναστάσεως ἐσόμεθα· ἀνάστασιν ἐνταῦθα τὴν μέλλουσαν λέγων. Ἐπειδὴ γὰρ ἀνωτέρω περὶ θανάτου διαλεχθεὶς καὶ εἰπὼν, Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; οὐδὲν περὶ ἀναστάσεως διελέχθη σαφῶς, ἀλλὰ περὶ πολιτείας τῆς μετὰ τὸ βάπτισμα, κελεύσας ἐν καινότητι ζωῆς περιπατῆσαι· διὰ τοῦτο ἐνταῦθα τὸν αὐτὸν ἀναλαβὼν λόγον, ἐκείνην ἡμῖν λοιπὸν προαναφωνεῖ τὴν ἀνάστασιν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ ταύτης φησὶ τῆς ἐκ τοῦ βαπτίσματος, ἀλλὰ περὶ ἐκείνης· εἰπὼν, Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὐκ εἶπεν, ὅτι Τοῦ ὁμοιώματος τῆς ἀναστάσεως ἐσόμεθα, ἀλλὰ, Καὶ τῆς ἀναστάσεως. Ἵνα γὰρ μὴ λέγῃς, Καὶ πῶς, εἰ μὴ ἀπεθάνομεν ὡς ἀπέθανεν, ἀναστησόμεθα ὡς ἀνέστη; ἡνίκα μὲν τοῦ θανάτου ἐμνημόνευσεν, οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· ἡνίκα δὲ τῆς ἀναστάσεως, οὐκ εἶπε, Τῷ ὁμοιώματι τῆς ἀναστάσεως, ἀλλ' Αὐτῆς τῆς ἀναστάσεως ἐσόμεθα. Καὶ οὐκ εἶπε, Γεγόναμεν, ἀλλ' Ἐσόμεθα, καὶ τούτῳ πάλιν δηλῶν τῷ ῥήματι ἐκείνην τὴν οὐδέπω γεγενημένην ἀνάστασιν, ἀλλὰ μέλλουσαν. Εἶτα βουλόμενος ἀξιόπιστον ποιῆσαι τὸν λόγον, δείκνυσιν ἑτέραν ἀνάστασιν ἐνταῦθα γενομένην πρὸ ἐκείνης, ἵνα ἀπὸ τῆς παρούσης καὶ τῇ μελλούσῃ πιστεύσῃς. Εἰπὼν γὰρ, ὅτι σύμφυτοι ἐσόμεθα τῆς ἀναστάσεως, ἐπήγαγε· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας· ὁμοῦ καὶ αἰτίαν καὶ ἀπόδειξιν τῆς μελλούσης τιθεὶς ἀναστάσεως. Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισμα τῷ σταυρῷ. Διὸ καὶ ἀνωτέρω ἔλεγε, Σύμφυτοι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, οὐ τὸ σῶμα τοῦτο οὕτω καλῶν, ἀλλὰ τὴν πονηρίαν ἅπασαν. Ὥσπερ γὰρ παλαιὸν ἄνθρωπον λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου τὴν ἀπὸ τῶν διαφόρων μερῶν πονηρίας συγκειμένην πάλιν κακίαν. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἀπὸ τοῦ Παύλου τοῦτο αὐτὸ διὰ τῶν ἑξῆς ἑρμηνεύσαντος ἄκουσον. Εἰπὼν γὰρ, Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, ἐπήγαγε· Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ταύτῃ γὰρ αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε μὴ ἁμαρτάνειν. Καὶ προϊὼν ἔτι σαφέστερον αὐτὸ ποιεῖ· Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Περὶ παντὸς ἀνθρώπου τοῦτό φησιν, ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τὸ λοιπὸν τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ ὁ ἀναβὰς ἀπὸ τοῦ βαπτίσματος· ἐπειδὴ γὰρ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διαπαντὸς τῇ ἁμαρτίᾳ.