Ancient Greek
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-12
Not analysed yet
Εἰ τοίνυν ἀπέθανες ἐν τῷ βαπτίσματι, μένε νεκρός· καὶ γὰρ ἕκαστος ἀποθανὼν, οὐκέτι ἁμαρτάνειν δύναιτ' ἄν· εἰ δὲ ἁμαρτάνεις, λυμαίνῃ τοῦ Θεοῦ τὴν δωρεάν. Ἀπαιτήσας τοίνυν τοσαύτην ἡμᾶς φιλοσοφίαν, καὶ τὸν στέφανον ταχέως ἐπήγαγε, λέγων· Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ. Καίτοι καὶ τοῦτο πρὸ τοῦ στεφάνου μέγιστος στέφανος, τὸ κοινωνῆσαι τῷ Δεσπότῃ· πλὴν ἀλλὰ καὶ ἕτερον δίδωμί σοι, φησὶν, ἔπαθλον. Ποῖον δὴ τοῦτο; Τὴν αἰώνιον ζωήν. Πιστεύομεν γὰρ, φησὶν, ὅτι καὶ συζήσομεν αὐτῷ. Καὶ πόθεν τοῦτο δῆλον; Εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας θορυβεῖσθαι διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, δείκνυσιν ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν λοιπόν. Μὴ γὰρ, ἐπειδὴ ἅπαξ ἀπέθανε, φησὶ, νομίσῃς αὐτὸν θνητὸν εἶναι· καὶ γὰρ διὰ τοῦτο αὐτὸ ἀθάνατος μένει· θανάτου γὰρ θάνατος ὁ θάνατος αὐτοῦ γέγονε· καὶ ἐπειδὴ ἀπέθανε, καὶ διὰ τοῦτο οὐκ ἀποθνήσκει· καὶ γὰρ ἐκεῖνον τὸν θάνατον Τῇ ἁμαρτίᾳ ἀπέθανε. Τί ἐστι, Τῇ ἁμαρτίᾳ; Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν, ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν. Ἵνα γὰρ αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν, διὰ τοῦτο ἀπέθανεν. Εἶδες πῶς ἐφόβησεν; Εἰ γὰρ οὐκ ἀποθνήσκει δεύτερον, οὐδὲ λουτρόν ἐστι δεύτερον· εἰ δὲ λουτρὸν οὐκ ἔστι δεύτερον, μηδὲ σὺ πρὸς ἁμαρτίαν ἐπιῤῥεπῶς ἔχε. Ταῦτα γὰρ πάντα λέγει, πρὸς ἐκεῖνο ἱστάμενος τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, καὶ τὸ, Ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ. Πρόῤῥιζον τοίνυν τὴν τοιαύτην ὑπόληψιν ἀναιρῶν, ἅπαντα ταῦτα τίθησιν. Ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ, φησί· τουτέστιν ἀκαταλύτως, ὡς μηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν· πολλῷ μᾶλλον νῦν οὐκ ἀποθανεῖται, καταλύσας αὐτήν. Ὃ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔλεγεν· Ἅπαξ γὰρ, φησὶν, ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Δείκνυσι δὲ καὶ τῆς κατὰ Θεὸν ζωῆς τὴν ἰσχὺν, καὶ τῆς ἁμαρτίας τὴν δύναμιν· τῆς μὲν κατὰ Θεὸν ζωῆς, ὅτι οὐκέτι ἀποθανεῖται· τῆς δὲ ἁμαρτίας, ὅτι εἰ τὸν ἀναμάρτητον αὕτη παρεσκεύαζεν ἀποθανεῖν, τοὺς ὑπευθύνους ὄντας πῶς οὐκ ἀπολεῖ; Εἶτα, ἐπειδὴ περὶ τῆς αὐτοῦ ζωῆς διελέχθη, ἵνα μὴ λέγῃ τις, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; ἐπήγαγεν· Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς, φησὶ, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ. Καλῶς εἶπε, Λογίζεσθε, ἐπειδὴ ὄψει παραστῆσαι τὸ λεγόμενον τέως οὐκ ἔστι. Καὶ τί λογιζόμεθα, φησί; Νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὁ γὰρ οὕτω ζῶν πάσης ἐπιλήψεται ἀρετῆς, αὐτὸν ἔχων σύμμαχον τὸν Ἰησοῦν· τοῦτο γάρ ἐστιν, Ἐν Χριστῷ. Εἰ γὰρ νεκροὺς ὄντας ἀνέστησε, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐκ εἶπε, Μὴ οὖν ζήτω ἡ σὰρξ, μηδὲ ἐνεργείτω, ἀλλ' Ἡ ἁμαρτία μὴ βασιλευέτω· οὐ γὰρ τὴν φύσιν ἦλθεν ἀνελεῖν, ἀλλὰ τὴν προαίρεσιν διορθῶσαι. Εἶτα δεικνὺς, ὅτι οὐ βίᾳ καὶ ἀνάγκῃ κατεχόμεθα ὑπὸ τῆς πονηρίας, ἀλλ' ἑκόντες, οὐκ εἶπε, Μὴ τυραννείτω, ὅπερ ἀνάγκης ἦν, ἀλλὰ, Μὴ βασιλευέτω. Καὶ γὰρ ἄτοπον εἰς βασιλείαν ἀγομένους τῶν οὐρανῶν, βασιλίδα τὴν ἁμαρτίαν ἔχειν, καὶ καλουμένους συμβασιλεῦσαι τῷ Χριστῷ, αἱρεῖσθαι γενέσθαι τῆς ἁμαρτίας αἰχμαλώτους· ὥσπερ ἂν εἴ τις τὸ διάδημα ῥίψας ἀπὸ τῆς κεφαλῆς, δαιμονώσῃ γυναικὶ καὶ προσαιτούσῃ καὶ ῥάκια περιβεβλημένῃ δουλεύειν ἐθέλοι. Εἶτα, ἐπειδὴ βαρὺ τὸ περιγενέσθαι ἁμαρτίας, ὅρα πῶς καὶ κοῦφον ἔδειξε, καὶ τὸν πόνον παρεμυθήσατο εἰπὼν, Ἐν τῷ θνητῷ ὑμῶν σώματι. Τοῦτο γὰρ δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας, καὶ ταχέως καταλυομένους· ὁμοῦ δὲ καὶ τῶν προτέρων ἡμᾶς ἀναμιμνήσκει κακῶν, καὶ τῆς τοῦ θανάτου ῥίζης· ἐντεῦθεν γὰρ καὶ παρὰ τὴν ἀρχὴν θνητὸν γέγονεν. Ἀλλ' ἔξεστι καὶ θνητὸν ἔχοντα σῶμα, μὴ ἁμαρτάνειν. Εἶδες τὴν περιουσίαν τῆς τοῦ Χριστοῦ χάριτος; Ὁ μὲν γὰρ Ἀδὰμ οὐδέπω θνητὸν ἔχων, ὤλισθε· σὺ δὲ καὶ θανάτου λαβὼν ὑπεύθυνον ὂν, στεφανωθῆναι δυνήσῃ. Καὶ πῶς βασιλεύει, φησὶν, ἡ ἁμαρτία; Οὐκ ἀπὸ τῆς οἰκείας δυνάμεως, ἀλλ' ἀπὸ τῆς σῆς ῥᾳθυμίας. Διὰ τοῦτο εἰπὼν, Μὴ βασιλευέτω, καὶ τὸν τρόπον δείκνυσι τῆς τοιαύτης βασιλείας, ἐπάγων καὶ λέγων· Εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐ γάρ ἐστι τιμὴ τὸ μετ' ἐξουσίας αὐτῷ πάντα χαρίζεσθαι, ἀλλ' ἐσχάτη δουλεία καὶ ἀτιμίας ἐπίτασις. Ὅταν γὰρ ἃ βούλεται πράττῃ, τότε ἐλευθερίας ἐστέρηται πάσης· ὅταν δὲ κωλύηται, τότε μάλιστα τὴν οἰκείαν ἀξίαν διατηρεῖ. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ὅπλα δικαιοσύνης.