Ancient Greek
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-20
Not analysed yet
Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν Δαυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως. Μᾶλλον δὲ ἄνωθεν ἡμῖν ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος μᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν. Εἶτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην, οὕτω λέγων· Ἡ γὰρ ἐκλογὴ ἐπέτυχε. Κἀκεῖνοι τούτους κατακρινοῦσι. Ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος φύσει ἐγκαλῇ, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. Διὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται, καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. Οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον, ἀλλ' ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ ὅτι τὸ πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ὁ δεῖνα ἐπέτυχεν, ὁ δεῖνα εὗρεν, ὅταν πολὺ τὸ κέρδος ᾖ τὸ γινόμενον. Οὐδὲ γὰρ ἀνθρωπίνοις πόνοις, ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν. Ὅρα πότε ἐθάῤῥησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν. Εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη, ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας· ἐνταῦθα δὲ καὶ αὐτὸς λοιπὸν ἀποφαίνεται. Ἀλλ' ὅμως οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν Ἡσαΐαν εἰσάγει τὸν προφήτην· εἰπὼν γὰρ, Ἐπωρώθησαν, ἐπήγαγε· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως. Καὶ πόθεν μὲν ἡ πώρωσις αὕτη; Εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας, καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέστρεψε κεφαλὴν, δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας τοῦτο ὑπέμειναν. Λέγει δὲ καὶ νῦν. Ὅταν γὰρ εἴπῃ, Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, οὐδὲν ἕτερον ἢ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. Καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς διδασκαλίας ἐκείνης, οὐδενὶ τούτων ἐχρήσαντο εἰς δέον. Τὸ δὲ, Ἔδωκεν, ἐνταῦθα μὴ ἐνέργειαν νόμιζε εἶναι, ἀλλὰ συγχώρησιν. Κατάνυξιν δὲ ἐνταῦθα τὴν περὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ Δαυΐδ· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ· τουτέστιν, οὐ μὴ μεταβληθῶ. Ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μετασταίη· οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν οὐκ ἂν ῥᾳδίως μεταβάλοιτο· κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. Τὸ τοίνυν ἀνίατον τῆς γνώμης αὐτῶν καὶ δυσμετάθετον δηλῶν, Πνεῦμα κατανύξεως, εἶπεν. Εἶτα δεικνὺς, ὅτι τῆς ἀπιστίας ταύτης τὴν ἐσχάτην δώσουσι δίκην, πάλιν ἐπάγει τὸν προφήτην τὰ αὐτὰ ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔλαβε. Γενηθήτω γὰρ, φησὶν, ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον· τουτέστιν, Ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω καὶ ἀπολλύσθω, καὶ γενέσθωσαν εὐχείρωτοι πᾶσι. Καὶ δηλῶν, ὅτι ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ταῦτ' οὖν ἔτι ἑρμηνείας δεῖταί τινος; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα ἦν; Καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. Πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε εὐάλωτοι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψε; πότε τοιαύτην δουλείαν ὑπέστησαν; Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων· ὃ καὶ αὐτὸ ὁ προφήτης ᾐνίξατο. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ καὶ, Διαπαντός. Εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. Κατέβης εἰς Αἴγυπτον· ἀλλ' ἐγένετο διακόσια ἔτη, καὶ ταχέως τῆς δουλείας ἐκείνης σε ἀπήλλαξεν ὁ Θεὸς, καὶ ταῦτα ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν· ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ' ὅμως ἑβδομήκοντά σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα, καὶ προφῆται πάλιν καὶ Πνεύματος χάρις· μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς.