Ancient Greek
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-20
Not analysed yet
Μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ Ἀντιόχου τοῦ ἀσεβοῦς· ἀλλὰ καὶ τότε ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν· ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται, καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. Οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια καὶ πολλῷ πλέον, καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν, καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Διεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις· ἅπερ οὖν ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε· Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Εἶδες προφητείας ἀκρίβειαν, πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε, καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο; Ἐπειδὴ γὰρ πολλοὶ τῶν παχυτέρων τοῖς μέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς μὲν ἐξ ἐθνῶν πιστεύσαντας ἐπάρας ὑπὲρ τὸν οὐρανὸν, τοὺς δὲ ἐξ Ἰουδαίων ἀπιστήσαντας εἰς ἔσχατον ἐρημίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς. Καθαψάμενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι, πάλιν παραμυθεῖται τὰ εἰρημένα, γράφων οὕτω· Λέγω οὖν, Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. Καὶ σκόπει τὴν σύνεσιν τὴν Παύλου· τὴν μὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραμυθίαν παρ' ἑαυτοῦ τίθησιν. Ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα, φησὶν, οὐδεὶς ἀντερεῖ· ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. Ἀλλ' οὐκ ἔστι τοιοῦτον. Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; Ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. Τίς οὖν ἡ παραμυθία; Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς παρουσίας τῆς δευτέρας καὶ τῆς συντελείας. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐ λέγει· ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν Δαυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις· ἵνα μὴ ταύτῃ καὶ τούτους εἰς ἀπόγνωσιν ἐμβαλὼν, ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ, καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, παραμυθεῖται πάλιν αὐτοὺς, λέγων· Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσι. Δεῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν· ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. Ἂν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. Τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν καθελεῖν· οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες, καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότερον προσιέναι. Πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. Τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπεσον, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν; Ἀπὸ τῶν ἐθνῶν, οὕτω λέγων· Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ μόνον ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. Καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν ἐλθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. Καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. Καὶ χωρὶς δὲ παραβολῆς αὐτὸς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ τῇ Συροφοινικίσσῃ δὲ ἐπιμενούσῃ πλέον τι πάλιν ἔλεγεν· Οὐ γάρ ἐστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, Ὑμῖν νῦν πρῶτον, φησὶν, ἀναγκαῖον ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρίνατε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.