Ancient Greek · ~16 min
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-26
Not analysed yet
Οἶδα, ὅτι πολλοῖς ἄπορον τὸ εἰρημένον. Διὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει καὶ μετὰ τὴν πίστιν τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόμου. Εἶτα, ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. Δεδοικὼς τοίνυν ὁ μακάριος Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσι, καὶ πρὸ τοῦ καιροῦ τοῦ προσήκοντος τὸ πᾶν ἐπανορθῶσαι σπεύδοντες, περὶ τὰ καίρια ζημίαν ἐργάσωνται, ἀπὸ τῆς εἰς Χριστὸν ὁμολογίας αὐτοὺς παρασαλεύοντες τῷ συνεχῶς ἐπιτιμᾷν, καὶ ἐν ἑκατέροις μείνωσιν ἀδιόρθωτοι· ὅρα πόσῃ κέχρηται συνέσει, καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. Οὔτε γὰρ ὅτι Κακῶς ποιεῖτε, τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει, οὔτε πάλιν, ὅτι Καλῶς, ἵνα μὴ σφοδροτέρους κατηγόρους ἐργάζηται, ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾷν, τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. Αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθεστέρα, ὅταν πρὸς ἄλλον τις τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. Οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐξενεχθῆναι τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. Ὅρα τοίνυν πῶς αὐτὸ ποιεῖ συνετῶς, καὶ πῶς εὐκαίρως. Εἰπὼν γὰρ, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον, ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. Τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. Διὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων οὕτω· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει. Εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; Εἰπὼν γὰρ Τὸν ἀσθενοῦντα, ἔδειξεν αὐτὸν ἄῤῥωστον. Εἶτα δευτέραν προστίθησι λέγων, Προσλαμβάνεσθε. Δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί. Μὴ εἰς διακρίσεις λογισμῶν. Ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. Ἐντεῦθεν γὰρ δηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς τὰ αὐτὰ αὐτῷ οὐ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, καὶ ἀντεχομένους αὐτοῦ τῆς θεραπείας διακρίνεσθαι. Εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως καὶ ἀνεπαχθῶς; Εἶτα τιθεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν μετ' ἐγκωμίων, τὸν δὲ μετ' ἐγκλημάτων τίθησιν· ἐπάγει γὰρ λέγων· Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει, καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. Εἶτα, ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν, παραμυθεῖται πάλιν αὐτὸν, οὕτω λέγων· Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Οὐκ εἶπεν, Ἐάτω, οὐκ εἶπε, Μὴ ἐγκαλείτω, οὐκ εἶπε, Μὴ διορθούσθω, ἀλλὰ, Μὴ ὀνειδιζέτω, μὴ διαπτυέτω, δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. Ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλὰ πῶς; Ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Ὥσπερ γὰρ οἱ τελειότεροι τούτους ἐξευτέλιζον ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους· καὶ ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας ἢ ὅλως λαιμαργίᾳ προσέχοντας· ὧν πολλοὺς καὶ ἐξ ἐθνῶν εἰκὸς εἶναι. Διὸ καὶ ἐπήγαγεν· Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Ἐπ' ἐκείνῳ δὲ οὐκ εἶπε τοῦτο· καίτοι τὸ μὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου, τὸ δὲ κρίνεσθαι τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. Ἀλλ' ἀντήλλαξεν αὐτὰ, δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται. Ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησίν; Οὐδαμῶς· διὰ γὰρ τοῦτο ἐπήγαγεν, ὅτι Ὁ Θεὸς αὐτὸν προσελάβετο. Τί τοίνυν περὶ νόμου αὐτῷ διαλέγῃ ὡς παραβαίνοντι; Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων. Εἶτα πάλιν πρὸς τὸν ἰσχυρὸν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.