Ancient Greek · ~16 min
Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-24
Not analysed yet
Τί σπείρεις ἔνθα ἡ ἄρουρα σπουδάζει διαφθεῖραι τὸν καρπόν; ἔνθα πολλὰ τὰ ἀτόκια; ἔνθα πρὸ τῆς γενέσεως φόνος; καὶ γὰρ καὶ τὴν πόρνην οὐκ ἀφίης μεῖναι πόρνην μόνον, ἀλλὰ καὶ ἀνδροφόνον ποιεῖς. Εἶδες ἀπὸ μέθης πορνείαν, ἀπὸ πορνείας μοιχείαν, ἀπὸ μοιχείας φόνον; μᾶλλον δὲ καὶ φόνου τι χεῖρον· οὐδὲ γὰρ ἔχω πῶς αὐτὸ καλέσω· οὐ γὰρ τεχθέντα ἀναιρεῖ, ἀλλὰ καὶ τεχθῆναι κωλύει. Τί τοίνυν; Καὶ τοῦ Θεοῦ τὴν δωρεὰν ὑβρίζεις, καὶ τοῖς αὐτοῦ μάχῃ νόμοις, καὶ ὅπερ ἐστὶ κατάρα, τοῦτο ὡς εὐλογίαν μεταδιώκεις, καὶ τὸ ταμιεῖον τῆς γενέσεως ταμιεῖον ποιεῖς σφαγῆς, καὶ τὴν πρὸς παιδοποιίαν δοθεῖσαν γυναῖκα πρὸς φόνον παρασκευάζεις; Ἵνα γὰρ ἀεὶ τοῖς ἐρασταῖς εὔχρηστος ᾖ καὶ ποθεινὴ καὶ πλέον ἀργύριον ἕλκῃ, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, μέγα ἐπὶ τὴν σὴν κεφαλὴν τὸ πῦρ ἐντεῦθεν σωρεύουσα· εἰ γὰρ καὶ ἐκείνης τὸ τόλμημα, ἀλλὰ σὴ ἡ αἰτία γίνεται. Ἐντεῦθεν καὶ εἰδωλολατρεῖαι. Πολλαὶ γὰρ ὥστε ἐπιχαρεῖς γενέσθαι, καὶ ἐπῳδὰς καὶ σπονδὰς καὶ φίλτρα καὶ μυρία ἕτερα μηχανῶνται. Ἀλλ' ὅμως μετὰ τοσαύτην ἀσχημοσύνην, μετὰ φόνους, μετὰ εἰδωλολατρείας, πολλοῖς ἀδιάφορον τὸ πρᾶγμα εἶναι δοκεῖ, πολλοῖς καὶ γυναῖκας ἔχουσιν· ἔνθα καὶ πλείων ὁ φορυτὸς τῶν κακῶν. Καὶ γὰρ φαρμακεῖαι λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευομένην, ἀλλ' ἐπὶ τὴν ἠδικημένην γυναῖκα, καὶ ἐπιβουλαὶ μυρίαι, καὶ δαιμόνων κλήσεις, καὶ νεκυομαντεῖαι, καὶ πόλεμοι καθημερινοὶ, καὶ ἄσπονδοι μάχαι, καὶ σύντροφοι φιλονεικίαι. Διὸ καὶ ὁ Παῦλος εἰπὼν, Μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, Μὴ ἔριδι καὶ ζήλῳ· εἰδὼς τοὺς ἐντεῦθεν πολέμους, τῶν οἰκιῶν τὰς ἀνατροπὰς, τῶν εὐγενῶν παίδων τὰς ἀδικίας, τὰ μυρία κακά. Ἵν' οὖν ταῦτα διαφύγωμεν ἅπαντα, τὸν Χριστὸν ἐνδυσώμεθα, καὶ μετ' αὐτοῦ διηνεκῶς ὦμεν· ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας. Οὕτω καὶ ἐπὶ φίλων λέγομεν, Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο, τὴν πολλὴν ἀγάπην λέγοντες καὶ τὴν ἀδιάλειπτον συνουσίαν· ὁ γὰρ ἐνδυσάμενος, ἐκεῖνο φαίνεται, ὅπερ ἐνδέδυται. Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡμῖν ὁ Χριστός. Καὶ πῶς φανεῖται; Ἂν τὰ ἐκείνου ποιῇς. Τί δὲ ἐκεῖνος ἐποίησεν; Ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο καὶ σὺ ζήλωσον. Τροφῆς ἀπολαῦσαι ἔδει, καὶ κριθίνοις ἄρτοις ἐκέχρητο· ἀποδημῆσαι ἐχρῆν, καὶ οὐδαμοῦ ἵπποι καὶ ὑποζύγια, ἀλλὰ τοσαῦτα ἐβάδιζεν, ὥστε καὶ κοπιᾶσαι· καθευδῆσαι ἔδει, καὶ ἐπὶ προςκεφαλαίου ἔκειτο ἐπὶ τῆς πρώρας· κατακλιθῆναι ἐχρῆν, καὶ ἐπὶ χόρτου καταπεσεῖν ἐκέλευσε. Καὶ τὰ ἱμάτια δὲ εὐτελῆ· καὶ πολλαχοῦ μόνος διέτριβεν, οὐδένα ἐπισυρόμενος. Καὶ τὰ ἐν τῷ σταυρῷ δὲ, καὶ τὰ ἐν ταῖς ὕβρεσι, καὶ πάντα ἁπλῶς καταμαθὼν, ζήλωσον· καὶ οὕτως ἐνεδύσω τὸν Χριστὸν, ἂν τῆς σαρκὸς πρόνοιαν μὴ ποιῇς εἰς ἐπιθυμίας· οὐδὲ γὰρ ἡδονὴν τὸ πρᾶγμα ἔχει. Καὶ γὰρ αἱ ἐπιθυμίαι αὗται τίκτουσι πάλιν ἑτέρας δριμυτέρας, καὶ οὐδέποτε λήψῃ κόρον, ἀλλὰ βάσανον ἐργάσῃ σαυτῷ μεγάλην. Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν μυρίας ἔχῃ παρακειμένας πηγὰς, οὐδὲν ἐντεῦθεν κερδαίνει, μὴ δυνάμενος τὸ νόσημα σβέσαι· οὕτω καὶ ὁ διηνεκῶς ἐν ἐπιθυμίαις ζῶν. Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι. Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιμὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι μόνον, μηδὲ καλλώπιζε ἱματίοις τὴν σάρκα, ἵνα μὴ αὐτὴν ἀπολέσῃς· καὶ γὰρ καὶ μαλακωτέραν αὐτὴν ποιεῖς, καὶ τὴν εὐεξίαν αὐτῆς λυμαίνῃ, τῇ πολλῇ βλακείᾳ διαλύων αὐτήν. Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχημα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως μεταχειρίζῃ τὰ ὅπλα, εὐάρμοστα πάντα ποίει. Οὐ γὰρ τὸ πολλὰ ἔχειν, ἀλλὰ τὸ ὀλίγων δεῖσθαι, ἀναλώτους ποιεῖ. Ἐκεῖνος μὲν γὰρ, κἂν μὴ ἀδικηθῇ, δέδοικεν· οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικημένων ἄμεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυμίᾳ. Μὴ τοίνυν τοῦτο ζητῶμεν, ὅπως μηδεὶς ἐπηρεάσῃ, ἀλλ' ὅπως, κἂν ἐπηρεάζειν βούληται, μὴ δύνηται. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφῆσαι δυνησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.