Ancient Greek
Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-30
Not analysed yet
Εἶπεν, ὅτι Ἐφ' ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· εἶπεν, ὅτι Μήπως οὐδὲ σοῦ φείσηται· εἶπε, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· καὶ πάλιν, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείονα τοιαῦτα. Ἐπεὶ οὖν πολλαχοῦ τὸν λόγον τραχύτερον ἐποίησε, θεραπεύει λοιπόν· καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. Ἀρχόμενος μὲν ἔλεγεν· Εὐχαριστῶ τῷ Θεῷ μου ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ· ἐνταῦθα δὲ, Πέπεισμαι, φησὶν, ὅτι μεστοί ἐστε ἀγαθωσύνης, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· ὅπερ πλέον ἐστὶν ἐκείνου. Καὶ οὐκ εἶπεν, Ἤκουσα, ἀλλὰ, Πέπεισμαι, καὶ οὐ δέομαι παρ' ἑτέρου μαθεῖν, ἀλλ' Αὐτὸς ἐγὼ, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν. Καὶ Ὅτι μεστοί ἐστε ἀγαθωσύνης. Τοῦτο πρὸς τὴν ἔναγχος γενομένην παραίνεσιν· ὡσανεὶ ἔλεγεν, ὅτι Οὐχ ὡς ὠμοῖς οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι, καὶ μὴ ἐᾷν μηδὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ· οἶδα γὰρ, ὅτι μεστοί ἐστε ἀγαθωσύνης. Δοκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. Καὶ οὐκ εἶπεν, Ἔχετε, ἀλλὰ, Μεστοί ἐστε ἀγαθωσύνης. Καὶ τὸ ἑξῆς μετὰ τῆς αὐτῆς ἐπιτάσεως· Πεπληρωμένοι πάσης γνώσεως. Τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ᾔδεσαν δὲ πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; Διὰ τοῦτο προσέθηκε, Πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους. Ὅρα Παύλου ταπεινοφροσύνην, ὅρα σοφίαν, πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν, καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἐβούλετο, πολλῇ κέχρηται τῇ θεραπείᾳ πάλιν. Ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκέναι, χαλάσαι αὐτῶν τὸν τόνον. Τοῦτο καὶ Ἑβραίοις ἐπιστέλλων ποιεῖ, λέγων οὕτω· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ Κορινθίοις πάλιν ὁμοίως, Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγε, Πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Καὶ πανταχοῦ δὲ τῶν ἐπιστολῶν τοῦτο εὕροι τις ἂν τὸ θεώρημα δαψιλές· ἐνταῦθα δὲ καὶ μειζόνως. Καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν τὴν διάνοιαν αὐτῶν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾷν· καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. Διὸ καὶ ἐνταῦθά φησι, Τολμηρότερον ὑμῖν ἔγραψα. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ μέρους, τουτέστιν ἠρέμα. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τί φησιν; Ὡς ἐπαναμιμνήσκων ὑμᾶς. Καὶ οὐκ εἶπε, Διδάσκων, οὐδὲ, Ἀναμιμνήσκων, ἀλλ', Ἐπαναμιμνήσκων, τουτέστι, μικρόν τι ἀναμιμνήσκων. Ὁρᾷς τὸ τέλος τῷ προοιμίῳ συμβαῖνον; Ὥσπερ γὰρ ἐκεῖ ἔλεγεν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ, οὕτω καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς· Ἡ γὰρ ἡμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Καὶ ὥσπερ ἀρχόμενος ἔλεγεν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι· οὕτω καὶ ἐνταῦθα, Ὡς ἐπαναμιμνήσκων, ἔλεγε. Καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, καὶ ἐκεῖ καὶ ἐνταῦθα ὡς ἀδελφοῖς διαλέγεται, καὶ φίλοις καὶ ὁμοτίμοις· ὃ δὴ μάλιστά ἐστι διδασκάλου, διαποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Ὅρα γοῦν πῶς εἰπὼν, ὅτι Τολμηρότερον ἔγραψα, καὶ ὅτι Ἀπὸ μέρους, καὶ ὅτι Ὡς ἐπαναμιμνήσκων, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε· Διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ· ὁ καὶ ἀρχόμενος ἔλεγεν, Ὀφειλέτης εἰμί. Ὡσανεὶ ἔλεγεν, Οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδησα τούτῳ πρῶτος, ἀλλ' ὁ Θεὸς τοῦτο ἐπέταξε, καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. Μὴ τοίνυν τραχύνεσθε· οὐ γὰρ ἐγὼ κατεξανίσταμαι· ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. Καὶ ὥσπερ ἐκεῖ φησιν, ᾯ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα εἰπὼν, Διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, ἐπήγαγεν Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Μετὰ γὰρ τὴν πολλὴν τῶν εἰρημένων ἀπόδειξιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὸν λόγον, οὐχ ἁπλῶς λατρείαν λέγων, καθάπερ ἐν ἀρχῇ, ἀλλὰ λειτουργίαν καὶ ἱερουργίαν· Αὕτη γάρ μοι ἱερωσύνη τὸ κηρύττειν καὶ καταγγέλλειν· ταύτην προσφέρω τὴν θυσίαν. Ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. Ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. Καὶ γὰρ μάχαιρά μου τὸ εὐαγγέλιον, φησὶν, ὁ τοῦ κηρύγματος λόγος. Καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγὼ δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ' Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος.