Ancient Greek · ~12 min
Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-28
Not analysed yet
Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν· κἂν εἰς ἁμαρτήματα, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλῖψιν, πολλοὺς τοὺς λιμένας ὄψει· κἂν δίκαιος ᾖς, πολλὴν ἀσφάλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς ᾖς, πολλὴν τὴν παραμυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς, καὶ πάσχῃς δεινὰ, ἀκούσῃ λέγοντος, ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Κἂν ἐπάρῃ σε τὰ κατορθώματα, ἀκούσῃ λέγοντος· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Κἂν ἁμαρτωλὸς ᾖς, καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, καὶ μέγα φρονῇς, μαθήσῃ ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· καὶ δυνήσῃ μετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ Ψάλλοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι· καὶ, ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ, Οὐ συγκαταβήσεται ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων λαμπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυμίᾳ κατέστης; Ἄκουσον αὐτοῦ λέγοντος, Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντας παρ' ἀξίαν; Εἰπὲ, Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ὁρᾷς καὶ δικαίους καὶ ἁμαρτωλοὺς κολαζομένους; Ἄκουσον ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐπὶ δὲ τῶν δικαίων οὐκ εἶπεν, Αἱ μάστιγες, ἀλλὰ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν, Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου· τούτων γὰρ ἕκαστον τῶν ῥημάτων πέλαγος ἀχανὲς ἔχει νοημάτων. Ἡμεῖς μὲν γὰρ ἁπλῶς αὐτὰ παρεδράμομεν· εἰ δὲ βουληθείητε μετὰ ἀκριβείας διερευνήσασθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον. Ἀλλὰ τέως καὶ ἐκ τῶν εἰρημένων δυνατὸν καθαίρεσθαι τῶν ἐπικειμένων παθῶν. ὅταν γὰρ μήτε φθονεῖν ἐᾷ, μήτε λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον μήτε θλῖψιν μήτε πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ, καὶ τὸν θησαυρὸν μεταχειριζώμεθα, Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.