Ancient Greek
Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-31
Not analysed yet
Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν, δι' ἣν ἀναβάλλεται τέως, καί φησιν, ὅτι Πορεύομαι εἰς Ἱεροσόλυμα. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ μὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύομαι εἰς Ἱερουσαλήμ· νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας· Πορεύομαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. Διὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι χρὴ, ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν· οὕτω γὰρ μᾶλλον ἠνείχοντο ἢ ἐν τάξει παραινέσεως εἰπεῖν. Καὶ γὰρ ἔδοξαν ἂν ὑβρίζεσθαι, εἰ εἰς προτροπὴν αὐτῶν Κορινθίους παρῆγεν εἰς μέσον καὶ Μακεδόνας. Διὰ δὴ τοῦτο ἐκεῖ ἐκείνους μὲν οὕτω προτρέπει, λέγων· Γνωρίζω δὲ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν· Ὁ γὰρ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Καὶ διὰ Γαλατῶν δὲ ὁμοίως τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ· Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· ἐπὶ δὲ Ῥωμαίων οὐχ οὕτως, ἀλλ' ὑπεσταλμένως μᾶλλον. Ποιεῖ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κηρύγματος, ὡς ὅταν λέγῃ· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; οὐδὲν γὰρ οὕτως, ὡς ζῆλος, ἰσχυρόν. Διὸ πολλαχοῦ αὐτὸ τίθησι· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἐν πάσαις ταῖς Ἐκκλησίαις διατάσσομαι· καὶ πάλιν, Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Καὶ Κολοσσαεῦσι δὲ ἔλεγεν, ὅτι Ἐστὶ καρποφορούμενον καὶ αὐξανόμενον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν παντὶ κόσμῳ. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ἐπὶ τῆς ἐλεημοσύνης. Καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπε, Πορεύομαι ἐλεημοσύνην ἀποφέρων, ἀλλὰ, Διακονῶν. Εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γενόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν, κοινωνίαν τινά. Πάλιν οὐκ εἶπεν Ἐλεημοσύνην, ἀλλὰ Κοινωνίαν. Τὸ δὲ, Τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰς τοὺς πτωχοὺς, ἀλλ' Εἰς τοὺς πτωχοὺς τῶν ἁγίων· διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας. Καὶ οὐδὲ τούτῳ μόνον ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, ὅτι Ὀφειλέται εἰσίν. Εἶτα δείκνυσι πῶς ὀφειλέται. Εἰ γὰρ τοῖς πνευματικοῖς ἐκοινώνησαν αὐτῶν, φησὶ, τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Δι' αὐτοὺς ἦλθεν ὁ Χριστὸς, αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα τοῖς ἐξ Ἰουδαίων, ἐξ αὐτῶν ὁ Χριστός· διὸ καὶ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία· ἐκεῖθεν οἱ ἀπόστολοι, ἐκεῖθεν οἱ προφῆται, ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε τῶν προκειμένων κατὰ τὴν τοῦ εὐαγγελίου παραβολήν· ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, Κοινωνῆσαι, ἀλλὰ Λειτουργῆσαι· ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ, Ἐν τοῖς πνευματικοῖς αὐτῶν· τὰ μὲν γὰρ πνευματικὰ ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνον, ἀλλὰ κοινὰ πάντων· τὰ γὰρ χρήματα πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνον. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον· τουτέστιν, ὡς εἰς βασιλικὰ ταμιεῖα ἐναποθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν, Ἐλεημοσύνην, ἀλλὰ πάλιν, Τὸν καρπόν· δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν. Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον καὶ τὸ περὶ ἐκείνους θερμόν. Οἶδα δὲ, ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Τί ἐστιν, Ἐν πληρώματι εὐλογίας; Ἤτοι περὶ χρημάτων φησὶν, ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν· ὡς ὅταν λέγῃ, Ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν· καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. Ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε, Τοῦ Εὐαγγελίου, διὰ τοῦτό φαμεν οὐ περὶ χρημάτων μόνον εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων· ὡσανεὶ εἶπεν, Οἶδα δὲ, ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. Καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. Ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινέσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος.