Ancient Greek
Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-19
Not analysed yet
Ὁ δὲ μακάριος Ἀβραὰμ καὶ τῶν οὐκ ἐμπεπιστευμένων αὐτῷ πολλὴν ἐποιεῖτο τὴν πρόνοιαν, καὶ τοσαύτην, ὡς καὶ κινδύνοις ἑαυτὸν περιβαλεῖν χαλεποῖς. Ὅτι γὰρ οὐχ ὑπὲρ ἀδελφιδοῦ μόνου ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ καὶ ὑπὲρ τῶν Σοδομιτῶν, οὐ πρότερον ἀπέστη τοὺς Πέρσας ἐλαύνων ἐκείνους, ἕως πάντας αὐτοὺς ἠλευθέρωσε. Καίτοι γε ἐξῆν λαβόντι τοῦτον ἀναχωρεῖν, ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ πάντων ὁμοίως ἐκήδετο. Καὶ τοῦτο καὶ διὰ τῶν μετὰ ταῦτα δῆλον ἐποίησεν. Ὅτε γοῦν οὐ βαρβάρων στρατόπεδον ἔμελλεν αὐτοὺς πολιορκεῖν, ἀλλὰ ἡ θεήλατος ὀργὴ τὰς πόλεις αὐτῶν ἐκ βάθρων ἀνασπᾷν, καὶ οὐκέτι ὅπλων ἦν ὁ καιρὸς, οὐδὲ μάχης καὶ παρατάξεως, ἀλλ' ἱκετηρίας, τοσαύτην ἐποιήσατο ὑπὲρ αὐτῶν σπουδὴν, ὅσην ἂν εἰ αὐτὸς ἀπόλλυσθαι ἔμελλε. Διὰ δὴ τοῦτο, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις προσέρχεται τῷ Θεῷ, καὶ ἐπὶ τὴν φύσιν καταφεύγει λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἐπειδὴ οἴκοθεν εἶδεν αὐτοὺς προδεδομένους, δι' ἑτέρους αὐτοὺς ἀξιοῖ σώζεσθαι. Διὰ τοῦτο καὶ ὁ Θεὸς ἔλεγεν· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἃ μέλλω ποιεῖν; ἵνα ἡμεῖς μάθωμεν πῶς ἐστι φιλάνθρωπος ὁ δίκαιος. Καὶ οὐδ' ἂν ἀπέστη παρακαλῶν, εἰ μὴ ὁ Θεὸς ἀπέστη πρῶτος. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν δικαίων δεῖσθαι, τὸ δὲ πᾶν ὑπὲρ ἐκείνων ἐποίει. Καὶ γὰρ σφόδρα εἰσὶν αἱ τῶν ἁγίων ψυχαὶ ἥμεροι καὶ φιλάνθρωποι, καὶ περὶ τοὺς οἰκείους καὶ περὶ τοὺς ἀλλοτρίους, καὶ μέχρι τῶν ἀλόγων αὐτῶν ταύτην ἐκτείνουσι τὴν ἡμερότητα. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε, Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ· εἰ δὲ καὶ κτηνῶν, πόσῳ μᾶλλον ἀνθρώπων, Ἀλλ' ἐπειδὴ κτηνῶν ἐμνήσθην, λογισώμεθα καὶ τοὺς τῶν προβάτων ποιμένας τοὺς ἐν τῇ Καππαδοκῶν χώρᾳ, οἷα καὶ ἡλίκα πάσχουσιν ὑπὲρ τῆς τῶν ἀλόγων προστασίας. Πολλάκις γοῦν χιόνι καταχωσθέντες, τρεῖς ἐφεξῆς ἔμειναν ἡμέρας. Λέγονται δὲ καὶ οἱ ἐν τῇ Λιβύῃ οὐκ ἐλάττονα τούτων ὑπομένειν δεινὰ, μῆνας ὁλοκλήρους τὴν χαλεπὴν ἔρημον ἐκείνην καὶ τῶν πικροτάτων γέμουσαν θηρίων περιπολοῦντες. Εἰ δὲ περὶ ἄλογα τοσαύτη σπουδὴ, τίνα ἂν ἔχοιμεν ἀπολογίαν οἱ ψυχὰς λογικὰς ἐμπιστευθέντες, καὶ τὸν βαθὺν τοῦτον καθεύδοντες ὕπνον; ἀναπνεῖν γὰρ ὅλως ἐχρῆν; ἡσυχάζειν δὲ ὅλως, ἀλλ' οὐ πανταχοῦ περιτρέχειν, καὶ μυρίοις ἑαυτοὺς ἐκδιδόναι θανάτοις ὑπὲρ τῶν προβάτων τούτων; Ἢ οὐκ ἴστε τῆς ἀγέλης ταύτης τὸ ἀξίωμα; οὐχ ὑπὲρ ταύτης ὁ Δεσπότης ὁ σὸς μυρία ἐπραγματεύσατο, καὶ τὸ αἷμα ὕστερον ἐξέχεε τὸ ἑαυτοῦ; σὺ δὲ ἀνάπαυσιν ζητεῖς; καὶ τί χεῖρον γένοιτ' ἂν τῶν ποιμένων τούτων; Οὐκ ἐννοεῖς τοῦτο, ὅτι περιεστήκασι τὰ πρόβατα ταῦτα λύκοι τούτων πολλῷ πικρότεροι καὶ ἀγριώτεροι; οὐ λογίζῃ πρὸς σαυτὸν οἵας δεῖ ψυχῆς τῷ μέλλοντι ταύτην μεταχειρίζειν τὴν ἀρχήν; Ἀλλ' ἄνθρωποι μὲν δημαγωγοὶ ὑπὲρ τῶν τυχόντων βουλευόμενοι πραγμάτων, τὰς νύκτας ταῖς ἡμέραις προστιθέασιν ἀγρυπνοῦντες· ἡμεῖς δὲ ὑπὲρ οὐρανοῦ τὸν ἀγῶνα ἔχοντες, καὶ ἐν ἡμέρᾳ καθεύδομεν; καὶ τίς ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς ἐπὶ τούτοις κολάσεως; Εἰ γὰρ τὸ σῶμα κατακόπτεσθαι ἔδει, εἰ γὰρ μυρίους ὑποστῆναι θανάτους, οὐχ ὡς ἐπὶ πανήγυριν τρέχειν ἐχρῆν; Ταῦτα δὲ μὴ μόνον ποιμένες, ἀλλὰ καὶ πρόβατα ἀκουέτω, ἵνα τοὺς ποιμένας προθυμοτέρους ποιῶσιν, ἵνα μᾶλλον αὐτῶν τὴν προαίρεσιν ἀλείφωσιν, ἕτερον μὲν οὐδὲν, πειθὼ δὲ καὶ ὑπακοὴν πᾶσαν παρέχοντες. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε λέγων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους λέγει πόνους καὶ φροντίδας καὶ κινδύνους. Ὁ γὰρ καλὸς ποιμὴν καὶ τοιοῦτος, οἷον ὁ Χριστὸς βούλεται, μυρίοις ἁμιλλᾶται μάρτυσιν. Ὁ μὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ μυριάκις διὰ τὴν ποίμνην, εἴ γε ποιμὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή· ὁ γὰρ τοιοῦτος καθ' ἑκάστην ἡμέραν ἀποθνήσκειν δύναται. Διὸ καὶ ὑμεῖς εἰδότες τὸν πόνον, συμπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυμίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡμεῖς ὑμῶν, καὶ ἡμῶν ὑμεῖς καύχημα γένησθε. Διὰ τοῦτο γὰρ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων, καὶ ὑπὲρ τοὺς ἄλλους φιλοῦντι αὐτὸν, τοῦτο ἐνεχείρισε, πρότερον ἐρωτήσας αὐτὸν, εἰ φιλοῖτο παρ' αὐτοῦ, ἵνα μάθῃς, ὅτι τοῦτο πρὸ τῶν ἄλλων τῆς ἀγάπης τῆς εἰς αὐτὸν τεκμήριον τίθεται· καὶ γὰρ νεανικῆς τοῦτο δεῖται ψυχῆς. Ταῦτα δέ μοι περὶ ἀρίστων εἴρηται ποιμένων, οὐ περὶ ἐμαυτοῦ καὶ τῶν καθ' ἡμᾶς, ἀλλ' εἴ τις τοιοῦτος, οἷος ὁ Παῦλος ἦν, οἷος ὁ Πέτρος, οἷος ὁ Μωϋσῆς. Τούτους οὖν μιμησώμεθα καὶ ἄρχοντες καὶ ἀρχόμενοι· ἔξεστι γὰρ καὶ ἀρχομένῳ ἐν μέρει εἶναι ποιμένος, τῆς οἰκίας, τῶν φίλων, τῶν οἰκετῶν, τῆς γυναικὸς, τῶν παίδων· κἂν οὕτω τὰ καθ' αὑτοὺς οἰκονομῶμεν, πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.