Ancient Greek · ~14 min
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-5
Not analysed yet
Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ τῶν ἀῤῥένων μανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁμαρτήμασιν ἡ ψυχὴ μᾶλλον καὶ καταισχύνεται, ἢ τὸ σῶμα ἐν τοῖς νοσήμασι. Θέα δὲ πῶς αὐτοὺς καὶ ἐνταῦθα συγγνώμης ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν δογμάτων, ἐπὶ μὲν τῶν θηλειῶν εἰπὼν, Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν. Οὐ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι κωλυθεῖσαι τῆς κατὰ νόμον μίξεως, ἐπὶ τοῦτο ἦλθον, οὔθ' ὅτι οὐκ ἔχουσαι τὴν ἐπιθυμίαν πληρῶσαι, πρὸς τὴν ἀλλόκοτον ταύτην λύσσαν ἐξώκειλαν· τὸ γὰρ μεταλλάξαι, τῶν ἐχόντων ἐστίν· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων διαλεγόμενος ἔλεγε· Μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει. Ἐπὶ δὲ τῶν ἀῤῥένων πάλιν ἑτέρως τὸ αὐτὸ ἐδήλωσεν, εἰπών· Ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας. Καὶ ὁμοίως ἐκείναις καὶ τούτους ἐκβάλλει πάσης ἀπολογίας, κατηγορῶν αὐτῶν, οὐ μόνον ὅτι εἶχον ἀπόλαυσιν, καὶ ἀφέντες ἣν εἶχον, ἐπ' ἄλλην ἦλθον, ἀλλ' ὅτι τὴν κατὰ φύσιν ἀτιμάσαντες, ἐπὶ τὴν παρὰ φύσιν ἔδραμον. Δυσκολώτερα δὲ τὰ παρὰ φύσιν καὶ ἀηδέστερα, ὥστε οὐδὲ ἡδονὴν ἂν ἔχοιεν εἰπεῖν· ἡ γὰρ γνησία ἡδονὴ ἡ κατὰ φύσιν ἐστίν· ἀλλ' ὅταν ὁ Θεὸς ἐγκαταλίπῃ, πάντα ἄνω καὶ κάτω γίνεται. Διὰ τοῦτο οὐ τὸ δόγμα αὐτοῖς σατανικὸν μόνον ἦν, ἀλλὰ καὶ ὁ βίος διαβολικός. Ὅτε μὲν οὖν περὶ δογμάτων διελέγετο, τὸν κόσμον εἰς μέσον ἔθηκε καὶ τὴν διάνοιαν τὴν ἀνθρωπίνην, εἰπὼν, ὅτι τῇ συνέσει τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ διὰ τῶν ὁρωμένων ἠδύναντο χειραγωγηθῆναι πρὸς τὸν Δημιουργὸν, εἶτα μὴ βουληθέντες, ἔμειναν ἀσύγγνωστοι. Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσμου τὴν κατὰ φύσιν τέθεικεν ἡδονὴν, ἧς ἠδύναντο μετὰ ἀδείας πλείονος ἀπολαύοντες καὶ μείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης· ἀλλ' οὐκ ἠθέλησαν· ὅθεν καὶ συγγνώμης ἁπάσης εἰσὶν ἐκτὸς καὶ εἰς αὐτὴν τὴν φύσιν ὑβρίσαντες· καὶ τὸ δὴ τούτων ἀτιμότερον, ὅταν καὶ γυναῖκες ταύτας ἐπιζητῶσι τὰς μίξεις, ἃς ἀνδρῶν μᾶλλον αἰδεῖσθαι ἐχρῆν. Ἄξιον δὲ θαυμάσαι καὶ ἐνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς εἰς δύο πράγματα ἐμπεσὼν ἐναντία, ἀμφότερα ἤνυσε μετὰ πάσης ἀκριβείας. Ἐβούλετο γὰρ καὶ σεμνῶς εἰπεῖν, καὶ δακεῖν τὸν ἀκροατήν· ταῦτα δὲ ἀμφότερα οὐκ ἐνῆν, ἀλλὰ θάτερον ἐμποδίζει θατέρῳ. Ἂν μὲν γὰρ σεμνῶς εἴπῃς, οὐ δυνήσῃ καθικέσθαι τοῦ ἀκούοντος· ἐὰν δὲ βουληθῇς καθάψασθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπογυμνῶσαι σαφέστερον τὸ λεγόμενον. Ἀλλ' ἡ συνετὴ καὶ ἁγία ψυχὴ μετὰ ἀκριβείας ἀμφότερα ἴσχυσεν, ἐν τῷ τῆς φύσεως ὀνόματι καὶ τὴν κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσματί τινι ταύτῃ χρησάμενος εἰς τὸ σεμνὸν τῆς διηγήσεως. Εἶτα τῶν γυναικῶν καθαψάμενος πρότερον, καὶ ἐπὶ τοὺς ἄνδρας πρόεισι, λέγων· Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας· ὅπερ ἐσχάτης ἐστὶν ἀπωλείας δεῖγμα, ὅταν ἑκάτερον ᾖ τὸ γένος διεφθαρμένον, καὶ ὅ τε διδάσκαλος τῆς γυναικὸς εἶναι ταχθεὶς, ἥ τε βοηθὸς τοῦ ἀνδρὸς κελευσθεῖσα γενέσθαι, τὰ τῶν ἐχθρῶν εἰς ἀλλήλους ἐργάζονται. Σκόπει δὲ πῶς καὶ ἐμφαντικῶς χρῆται ταῖς λέξεσιν. Οὐ γὰρ εἶπεν, ὅτι ἠράσθησαν καὶ ἐπεθύμησαν ἀλλήλων, ἀλλ' Ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Ὁρᾷς, ὅτι ἀπὸ πλεονεξίας τὸ πᾶν τῆς ἐπιθυμίας, οὐκ ἀνασχομένης εἴσω τῶν οἰκείων ὅρων μένειν; Πᾶν γὰρ τὸ ὑπερβαῖνον τοὺς παρὰ Θεοῦ τεθέντας νόμους, τῶν ἀλλοκότων ἐπιθυμεῖ, καὶ οὐχὶ τῶν νενομισμένων. Ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες, γῆν σιτοῦνται καὶ λίθους μικροὺς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόμενοι σφοδροῦ, καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν· οὕτω καὶ ἐκεῖνοι πρὸς τὸν παράνομον τοῦτον ἐξεβράσθησαν ἔρωτα. Εἰ δὲ λέγεις, Καὶ πόθεν ἡ ἐπίτασις τῆς ἐπιθυμίας αὕτη; Ἀπὸ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως. Ἡ δὲ ἐγκατάλειψις τοῦ Θεοῦ πόθεν; Ἀπὸ τῆς τῶν ἀφέντων αὐτὸν ἀνομίας· Ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.