Ancient Greek
Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-3
Not analysed yet
Διὰ τί δὲ μηδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἁμαρτίας, οἷον φόνου, πλεονεξίας, καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀλλ' ἀκολασίας; Τοὺς ἀκούοντας τότε μοι δοκεῖ, καὶ τοὺς τὴν ἐπιστολὴν δεχομένους αἰνίττεσθαι. Εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Ὅρα τὴν ἔμφασιν πληκτικωτάτην οὖσαν. Οὐ γὰρ ἑτέρων ἐδεήθησαν, φησὶ, τῶν ὑβριζόντων, ἀλλ' ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διέθηκαν, ταῦτα ἑαυτοὺς κατειργάσαντο. Εἶτα πάλιν τὴν αἰτίαν ἀναλαβὼν, φησίν· Οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἃ μὲν ἦν σφόδρα καταγέλαστα, τίθησι κατ' εἶδος, ἃ δὲ δοκεῖ σεμνότερα εἶναι τῶν ἄλλων, καθολικῶς· καὶ διὰ πάντων δείκνυσιν, ὅτι τὸ τῇ κτίσει λατρεύειν, Ἑλληνικόν. Καὶ ὅρα πῶς τὸν λόγον ἐδήλωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐλάτρευσαν τῇ κτίσει, ἀλλὰ, Παρὰ τὸν κτίσαντα· πανταχοῦ ταύτῃ τὸ ἔγκλημα ἐπαίρων, καὶ τῇ παραθέσει πάσης συγγνώμης αὐτοὺς ἀποστερῶν. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀλλ' οὐ διὰ τοῦτό τι παρεβλάβη, φησίν· αὐτὸς μὲν γὰρ εἰς τοὺς αἰῶνας εὐλογητός. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχ ἑαυτῷ ἀμύνων εἴασεν αὐτοὺς, ὅπου γε αὐτὸς οὐδὲν ἔπασχεν. Εἰ γὰρ καὶ οὗτοι ὕβρισαν, ἀλλ' ἐκεῖνος οὐχ ὕβριστο, οὐδὲ ἠκρωτηριάσθη τὰ τῆς δόξης αὐτῷ, ἀλλὰ μένει διαπαντὸς εὐλογητός. Εἰ γὰρ ἄνθρωπος πολλάκις φιλοσοφῶν οὐδὲν ἂν πάθοι παρὰ τῶν ὑβριζόντων, πολλῷ μᾶλλον ὁ Θεὸς, ἡ ἀνώλεθρος καὶ ἄτρεπτος φύσις, ἡ ἀναλλοίωτος καὶ ἀκίνητος δόξα. Καὶ γὰρ ἄνθρωποι κατ' αὐτὸ ὁμοιοῦνται Θεῷ, ὅταν μηδὲν πάσχωσι παρὰ τῶν ἐπηρεάζειν βουλομένων, μηδὲ ὑβριζόντων ὑβρίζωνται, μηδὲ τυπτόντων τύπτωνται, μηδὲ καταγελῶνται καταγελώντων ἑτέρων αὐτούς. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο, φησίν; Ἔνι, καὶ σφόδρα ἔνι, ὅταν μὴ ἀλγῇς τοῖς γινομένοις. Καὶ πῶς ἔνι μὴ ἀλγεῖν, φησί; Πῶς ἔνι μὲν οὖν ἀλγεῖν; Εἰπὲ γάρ μοι, εἰ τὸ παιδάριον ὑβρίσειέ σε τὸ σὸν, ἆρα ὕβριν ἡγήσῃ τὴν ὕβριν; τί δὲ, ἀλγήσεις; Οὐδαμῶς· ἂν δὲ ἀλγήσῃς, οὐ τότε ἔσῃ καταγέλαστος; Οὕτω καὶ ἐπὶ τῶν πλησίον διακεισώμεθα, καὶ οὐδὲν πεισόμεθα ἀηδές (τῶν γὰρ παίδων οἱ ὑβρίζοντες ἀνοητότεροι)· μηδὲ ζητῶμεν μὴ ὑβρίζεσθαι, ἀλλὰ ὑβριζόμενοι φέρωμεν γενναίως· αὕτη γάρ ἐστιν ἡ βεβαία τιμή. Τί δήποτε; Ὅτι σὺ κύριος τούτου, ἐκείνου δὲ ἕτερος. Οὐχ ὁρᾷς τὸν ἀδάμαντα ἐν τῷ παίεσθαι πλήττοντα; Ἀλλ' ἡ φύσις, φησὶ, τοῦτο ἔχει. Ἀλλὰ καὶ σοὶ δυνατὸν ἐν τῇ προαιρέσει γενέσθαι τοιοῦτον, ὅπερ ἀπὸ φύσεως ἐκείνῳ συμβαίνει. Τί δέ; οὐκ εἶδες τοὺς παῖδας ἐν τῇ καμίνῳ μὴ καιομένους; καὶ τὸν Δανιὴλ ἐν τῷ λάκκῳ μηδὲν πάσχοντα δεινόν; Ἔξεστι καὶ νῦν τοῦτο γενέσθαι· παρεστήκασι καὶ ἡμῖν λέοντες, θυμὸς, ἐπιθυμία, χαλεποὺς ἔχοντες ὀδόντας, διασπῶντες τὸν ἐμπίπτοντα. Γενοῦ τοίνυν κατὰ τὸν Δανιὴλ, καὶ μὴ δῷς τοῖς πάθεσι τούτοις τοὺς ὀδόντας ἐμπῆξαί σου τῇ ψυχῇ. Ἀλλ' ἐκεῖνος τῆς χάριτος τὸ ὅλον εἶχε συμπράττον, φησί. Καλῶς· ἐπειδὴ ταύτης τὰ τῆς προαιρέσεως προηγήσατο. Ὥστε ἐὰν θέλωμεν καὶ ἡμεῖς τοιούτους ἑαυτοὺς κατασκευάσαι, πάρεστι καὶ νῦν ἡ χάρις· κἂν πεινᾷ τὰ θηρία, οὐχ ἅψεταί σου τῆς πλευρᾶς. Εἰ γὰρ σῶμα δουλικὸν ἰδόντες ᾐδέσθησαν, τὰ μέλη τοῦ Χριστοῦ θεασάμενοι (τοῦτο γάρ ἐσμεν οἱ πιστοὶ), πῶς οὐχ ἡσυχάσουσιν; Εἰ δὲ οὐχ ἡσυχάσουσι, παρὰ τὴν τῶν ἐμβληθέντων αἰτίαν. Καὶ γὰρ πολλοὶ τοῖς λέουσι τούτοις πολλὴν παρέχουσι δαπάνην, πόρνας τρέφοντες, γάμους διορύττοντες, ἐχθροὺς ἀμυνόμενοι· διὸ πρὶν πρὸς τὸ ἔδαφος ἐλθεῖν, διασπῶνται. Ἀλλ' οὐκ ἐπὶ τοῦ Δανιὴλ τοῦτο γέγονεν, ἀλλ' οὐδὲ ἐφ' ἡμῶν, εἰ βουληθείημεν, τοῦτο ἔσται, ἀλλὰ καὶ πλέον τι συμβήσεται τῶν γενομένων τότε. Ἐκεῖ μὲν γὰρ οὐκ ἠδίκησαν οἱ λέοντες, ἡμᾶς δὲ, ἐὰν νήφωμεν, καὶ ὠφελήσουσιν οἱ ἀδικοῦντες. Οὕτω γοῦν ὁ Παῦλος λαμπρὸς ἐγένετο ἀπὸ τῶν ἐπηρεαζόντων καὶ ἐπιβουλευόντων, οὕτως ὁ Ἰὼβ ἀπὸ τῶν πολλῶν πληγῶν ἐκείνων, οὕτως ὁ Ἱερεμίας ἀπὸ τοῦ λάκκου τοῦ βορβόρου, οὕτως ὁ Νῶε ἀπὸ τοῦ κατακλυσμοῦ, οὕτως ὁ Ἄβελ ἀπὸ τῆς ἐπιβουλῆς, οὕτως ὁ Μωϋσῆς ἀπὸ τῶν φονώντων Ἰουδαίων, οὕτως ὁ Ἐλισσαῖος, οὕτως ἕκαστος τῶν μεγάλων ἐκείνων, οὐκ ἀπὸ ἀνέσεως καὶ τρυφῆς, ἀλλ' ἀπὸ θλίψεων καὶ πειρασμῶν λαμπροὺς ἀνεδήσαντο στεφάνους. Διὸ καὶ ὁ Χριστὸς ταύτην εἰδὼς τῆς εὐδοκιμήσεως τὴν ὑπόθεσιν, τοῖς μαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Τί οὖν; φησίν· οὐ πολλοὶ περιετράπησαν ὑπὸ τῶν δεινῶν; Οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· ὁ δὲ ποιῶν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, αὐτὸς παρασταίη πᾶσιν ἡμῖν, καὶ χεῖρα ὀρέξειεν, ἵνα λαμπρῶς ἀνακηρυχθέντες, τῶν αἰωνίων ἐπιτύχωμεν στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.