Ancient Greek · ~15 min
Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-7
Not analysed yet
Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ ὄνομα ὃ σφόδρα σεμνὸν ἦν, ὥσπερ νῦν ὁ Χριστιανισμός· καὶ γὰρ ἀπὸ τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονομάζῃ, καὶ καυχᾶσαι ἐν Θεῷ· τουτέστιν, ὡς φιληθεὶς παρ' αὐτοῦ, καὶ προτιμηθεὶς τῶν ἄλλων ἀνθρώπων. Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν, καὶ εἰς πολλὴν τὴν δοξομανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴν ἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο. Καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα. Καὶ μὴν καὶ τοῦτο ἐλάττωμα χωρὶς ἔργου· ἀλλ' ὅμως ἐδόκει πλεονέκτημα εἶναι· διὸ καὶ μετὰ ἀκριβείας αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπε, Πράττεις, ἀλλὰ, Γινώσκεις καὶ δοκιμάζεις, οὐ μετέρχῃ καὶ ποιεῖς. Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν. Πάλιν ἐνταῦθα οὐκ εἶπεν, ὅτι εἶ ὁδηγὸς τυφλῶν, ἀλλὰ, Πέποιθας, οὕτω κομπάζεις, φησί· πολλὴ γὰρ ἦν ἡ ἀπόνοια τῶν Ἰουδαίων. Διὸ καὶ σχεδὸν αὐτὰ φθέγγεται τὰ ῥήματα, ἅπερ ἐκεῖνοι κομπάζοντες ἔλεγον. Ὅρα γοῦν ἐν τοῖς Εὐαγγελίοις τί λέγουσιν· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ μέγα ἐφρόνουν κατὰ πάντων. Ὅπερ ἐλέγχων ὁ Παῦλος ἐπέμενε, τούτους μὲν ἐπαίρων, ἐκείνους δὲ καθαιρῶν, ἵνα οὕτω μᾶλλον αὐτῶν καθάψηται, καὶ βαρυτέραν ποιήσῃ τὴν κατηγορίαν. Διὸ καὶ πρόεισιν αὔξων τὸ τοιοῦτο, καὶ πλεονάζων τῷ διαφόρως ἀπαγγέλλειν. Πέποιθας γὰρ σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Οὐκ εἶπε πάλιν, Ἐν τῷ συνειδότι καὶ ἐν ταῖς πράξεσι καὶ ἐν τοῖς κατορθώμασιν, ἀλλ', Ἐν τῷ νόμῳ. Καὶ ταῦτα εἰπὼν, ὅπερ καὶ ἐπὶ τῶν ἐθνικῶν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ φησιν, Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· οὕτω καὶ ἐνταῦθα λέγει, Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἀλλ' ἐκεῖ μὲν ἀποτομώτερον, ἐνταῦθα δὲ ἡμερώτερον κέχρηται τῷ λόγῳ. Οὐ γὰρ εἶπε, Καὶ μὴν διὰ τοῦτο μείζονος εἶ κολάσεως ἄξιος, ὅτι τοσαῦτα ἐγχειρισθεὶς, οὐδενὶ τούτων εἰς δέον κέχρησαι· ἀλλὰ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ἐντρέπων καὶ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Σκόπει δέ μοι καὶ ἑτέρωθεν τοῦ Παύλου τὴν σύνεσιν. Τὰ γὰρ πλεονεκτήματα τίθησι τῶν Ἰουδαίων ταῦτα, ἅπερ οὐ τῆς αὐτῶν σπουδῆς ἦν, ἀλλὰ τῆς ἄνωθεν δωρεᾶς, καὶ δείκνυσιν, οὐ μόνον περιττὰ ὄντα ἀμελοῦσιν αὐτοῖς, ἀλλὰ καὶ προσθήκην κολάσεως φέροντα. Οὐ γὰρ τὸ Ἰουδαῖον καλεῖσθαι, αὐτῶν κατόρθωμα, οὐδὲ τὸ νόμον λαβεῖν, οὐδὲ τὰ ἄλλα, ἅπερ ἀπηριθμήσατο νῦν, ἀλλὰ τῆς ἄνωθεν χάριτος. Καὶ παρὰ μὲν τὴν ἀρχὴν ἔλεγεν, ὅτι οὐδὲν ὠφελεῖ ἡ ἀκρόασις τοῦ νόμου, ἐὰν μὴ ἡ πρᾶξις προσῇ· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ· νῦν δὲ πολλῷ μᾶλλον δείκνυσιν, ὅτι οὐ μόνον ἡ ἀκρόασις, ἀλλὰ καὶ, ὃ πλέον τῆς ἀκροάσεως ἦν, ἡ διδασκαλία οὐδὲ αὐτὴ δυνήσεται προστῆναι, τοῦ διδάσκοντος μὴ πράττοντος ἅπερ, φησὶ, διδάσκει· καὶ οὐ μόνον οὐ προστήσεται, ἀλλὰ καὶ κολάσει μειζόνως. Καλῶς δὲ καὶ ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπεν, Ἔλαβες νόμον, ἀλλ', Ἐπαναπαύῃ νόμῳ· καὶ γὰρ οὐκ ἔκαμνεν ὁ Ἰουδαῖος περιιὼν καὶ ζητῶν τὰ πρακτέα, ἀλλ' ἐξ εὐκολίας εἶχε τὸν νόμον δεικνύντα τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Εἰ γὰρ καὶ τὰ ἔθνη ἔχει τὸν τῆς φύσεως λογισμὸν, ὅθεν αὐτῶν καὶ πλεονεκτεῖ, χωρὶς ἀκροάσεως ὡς ποιοῦντα ἅπαντα, ἀλλ' ὅμως ἐκεῖ μείζων ἡ εὐκολία ἦν. Εἰ δὲ λέγεις, ὅτι Οὐκ ἀκούω μόνον, ἀλλὰ καὶ διδάσκω· καὶ τοῦτο αὐτὸ προσθήκη τιμωρίας. Ἐπειδὴ γὰρ τούτῳ μέγα ἐφρόνουν, ἐντεῦθεν μάλιστα αὐτοὺς δείκνυσιν ὄντας καταγελάστους. Ὅταν δὲ λέγῃ, Ὁδηγὸν τυφλῶν, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, τὸν ἐκείνων λέγει τῦφον· σφόδρα γὰρ ἀπεκέχρηντο τοῖς προσηλύτοις, καὶ ἀπὸ τούτων ἐκάλουν τῶν ὀνομάτων αὐτούς.